<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.101-6.137</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.101-6.137</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><l n="101">τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.</l><l n="102">οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,</l><l n="103">ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,</l><l n="104">τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·</l><l n="105">τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,</l><l n="106">ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·</l><l n="107">πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,</l><l n="108">ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·</l><l n="109">ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.</l><l n="110"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι</l><l n="111">ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,</l><l n="112">ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,</l><l n="113">ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην,</l><l n="114">ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.</l><l n="115">σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·</l><l n="116">ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ·</l><l n="117">αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς,</l><l n="118">ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·</l><q type="unspecified"><l n="119"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;</l><l n="120">ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,</l><l n="121">ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;</l><l n="122">ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·</l><l n="123">νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα</l><l n="124">καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.</l><l n="125">ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;</l><l n="126">ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.</l></q><milestone n="127" unit="card" ed="p"/><l n="127"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,</l><l n="128">ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ</l><l n="129">φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.</l><l n="130">βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,</l><l n="131">ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε</l><l n="132">δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν</l><l n="133">ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ</l><l n="134">μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·</l><l n="135">ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε</l><l n="136">μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.</l><l n="137">σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>