<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.10-6.118</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.10-6.118</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><l n="10">καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.</l><l n="11">ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,</l><l n="12">Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.</l><l n="13">τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,</l><l n="14">νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.</l><l n="15">βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη</l><l n="16">κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,</l><l n="17">Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,</l><l n="18">πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,</l><l n="19">σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.</l><l n="20">ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,</l><l n="21">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,</l><l n="22">εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,</l><l n="23">ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.</l><l n="24">τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="25"><milestone unit="para" ed="P"/>Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο
                     μήτηρ;</l><l n="26">εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,</l><l n="27">σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν</l><l n="28">ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.</l><l n="29">ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει</l><l n="30">ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.</l><l n="31">ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·</l><l n="32">καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα</l><l n="33">ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·</l><l n="34">ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον</l><l n="35">πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.</l><l n="36">ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ</l><l n="37">ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι</l><l n="38">ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.</l><l n="39">καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν</l><l n="40">ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.</l></q><l n="41"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη</l><l n="42">Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ</l><l n="43">ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ</l><l n="44">δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη</l><l n="45">πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·</l><l n="46">τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.</l><l n="47">ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.</l><milestone n="48" unit="card" ed="p"/><l n="48"><milestone unit="para" ed="P"/>αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε</l><l n="49">Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,</l><l n="50">βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,</l><l n="51">πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·</l><l n="52">ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="53">ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε</l><l n="54">ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας</l><l n="55">ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.</l><l n="56">ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·</l><q type="unspecified"><l n="57"><milestone unit="para" ed="P"/>πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας
                     ἀπήνην</l><l n="58">ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι</l><l n="59">ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;</l><l n="60">καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα</l><l n="61">βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.</l><l n="62">πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,</l><l n="63">οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·</l><l n="64">οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες</l><l n="65">ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.</l></q><l n="66"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι</l><l n="67">πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·</l><q type="unspecified"><l n="68">οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.</l><l n="69">ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην</l><l n="70">ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.</l></q><l n="71"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.</l><l n="72">οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην</l><l n="73">ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·</l><l n="74">κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.</l><l n="75">καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,</l><l n="76">μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν</l><l n="77">παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν</l><l n="78">ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.</l><l n="79">δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,</l><l n="80">ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.</l><l n="81">ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,</l><l n="82">μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν.</l><l n="83">αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν,</l><l n="84">οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.</l><milestone n="85" unit="card" ed="p"/><l n="85"><milestone unit="para" ed="P"/>αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο,</l><l n="86">ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ</l><l n="87">καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,</l><l n="88">ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.</l><l n="89">καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα</l><l n="90">τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης</l><l n="91">εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,</l><l n="92">στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.</l><l n="93">αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,</l><l n="94">ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα</l><l n="95">λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.</l><l n="96">αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ</l><l n="97">δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,</l><l n="98">εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.</l><l n="99">αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,</l><l n="100">σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·</l><l n="101">τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.</l><l n="102">οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,</l><l n="103">ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,</l><l n="104">τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·</l><l n="105">τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,</l><l n="106">ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·</l><l n="107">πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,</l><l n="108">ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·</l><l n="109">ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.</l><l n="110"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι</l><l n="111">ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,</l><l n="112">ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,</l><l n="113">ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην,</l><l n="114">ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.</l><l n="115">σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·</l><l n="116">ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ·</l><l n="117">αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς,</l><l n="118">ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>