<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.87-7.344</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.87-7.344</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><q type="unspecified"><l n="87"><milestone unit="para" ed="P"/>τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας</l><l n="88">αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.</l><l n="89">αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,</l><l n="90">εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.</l><l n="91">ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.</l></q><milestone n="92" unit="card" ed="p"/><l n="92"><milestone unit="para" ed="P"/>ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν</l><l n="93">ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.</l><l n="94">αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.</l><l n="95">αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,</l><l n="96">καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="97"><milestone unit="para" ed="P"/>εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι</l><l n="98">νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.</l><l n="99">Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·</l><l n="100">τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ</l><l n="101">ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν</l><l n="102">ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.</l><l n="103">ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο</l><l n="104">οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.</l><l n="105">φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,</l><l n="106">τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο</l><l n="107">εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν</l><l n="108">οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,</l><l n="109">ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.</l><l n="110">ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,</l><l n="111">τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.</l><l n="112">τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·</l><l n="113">οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,</l><l n="114">ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="115">οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="116"><milestone unit="para" ed="P"/>ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,</l><l n="117">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="118">σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,</l><l n="119">οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι</l><l n="120">ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.</l><l n="121">ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,</l><l n="122">τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,</l><l n="123">ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ</l><l n="124">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.</l><l n="125">ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,</l><l n="126">ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ</l><l n="127">νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος</l><l n="128">Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.</l><l n="129">ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.</l><l n="130">τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα</l><l n="131">οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ</l><l n="132">Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.</l><l n="133">ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,</l><l n="134">τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.</l><l n="135">τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον</l><l n="136">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.</l><l n="137">ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο</l><l n="138">οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,</l><l n="139">ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,</l><l n="140">πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·</l><l n="141">οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="142">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="143">αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,</l><l n="144">ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.</l></q><milestone n="145" unit="card" ed="p"/><l n="145"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q type="unspecified"><l n="146">οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,</l><l n="147">μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.</l></q><l n="148"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·</l><l n="149">ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη</l><l n="150">ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.</l><l n="151">τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε</l><l n="152">δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν</l><l n="153">νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.</l><l n="154">ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ</l><l n="155">ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ·</l><l n="156">ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων</l><l n="157">δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων</l><l n="158">πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.</l><l n="159">ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·</l><q type="unspecified"><l n="160"><milestone unit="para" ed="P"/>κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι
                     αἰὼν</l><l n="161">φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.</l><l n="162">ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ</l><l n="163">εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς</l><l n="164">ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.</l><l n="165">αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν</l><l n="166">ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι,</l><l n="167">εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,</l><l n="168">ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,</l><l n="169">αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="170">οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.</l></q><l n="171"><milestone unit="para" ed="P"/>ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="172">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="173">ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,</l><l n="174">ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,</l><l n="175">δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι</l><l n="176">ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.</l><l n="177">οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,</l><l n="178">εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι</l><l n="179">μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.</l></q><l n="180"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,</l><l n="181">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="182">ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,</l><l n="183">οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.</l><l n="184">ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="185">καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος</l><l n="186">ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,</l><l n="187">μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.</l><l n="188">ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ</l><l n="189">αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·</l><l n="190">καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ</l><l n="191">θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.</l></q><milestone n="192" unit="card" ed="p"/><l n="192"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων</l><l n="193">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="194">ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,</l><l n="195">καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη</l><l n="196">Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,</l><l n="197">ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·</l><l n="198">αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,</l><l n="199">τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.</l><l n="200">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="201">αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="202">τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·</l><q type="unspecified"><l n="203"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="204">οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν</l><l n="205">αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.</l><l n="206">εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα</l><l n="207">κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,</l><l n="208">ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις</l><l n="209">ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι</l><l n="210">σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.</l><l n="211">οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,</l><l n="212">οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν</l><l n="213">θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.</l></q><l n="214"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="215">πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς</l><l n="216">πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια</l><l n="217">εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·</l><l n="218">ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.</l><l n="219">ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα</l><l n="220">οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.</l><l n="221">εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,</l><l n="222">τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·</l><l n="223">ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα</l><l n="224">κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.</l></q><l n="225"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας
                  ἦλθεν·</l><l n="226">ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο</l><l n="227">τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.</l><milestone n="228" unit="card" ed="p"/><l n="228"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="229">αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς,</l><l n="230">αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,</l><l n="231">λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ</l><l n="232">καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.</l><l n="233">καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·</l><l n="234">δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,</l><l n="235">χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ</l><l n="236">στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·</l><l n="237">δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο</l><l n="238">νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,</l><l n="239">κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης,</l><l n="240">αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.</l><l n="241">αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει,</l><l n="242">ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,</l><l n="243">αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.</l><l n="244">εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ,</l><l n="245">ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.</l><l n="246">τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·</l><l n="247">τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,</l><l n="248">γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.</l><l n="249">ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ</l><l n="250">φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,</l><l n="251">τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.</l><l n="252">ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,</l><l n="253">ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.</l><l n="254">ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·</l><l n="255">πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.</l><l n="256">φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι</l><l n="257">κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.</l><l n="258">τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,</l><l n="259">ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά.</l><l n="260">ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ,</l><l n="261">μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.</l><milestone n="262" unit="card" ed="p"/><l n="262"><milestone unit="para" ed="P"/>τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·</l><l n="263">τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ,</l><l n="264">εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.</l><l n="265">ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο</l><l n="266">τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα</l><l n="267">κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·</l><l n="268">οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.</l><l n="269">γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.</l><l n="270">αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως</l><l n="271">ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν</l><l n="272">Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην</l><l n="273">Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,</l><l n="274">ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,</l><l n="275">οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·</l><l n="276">τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,</l><l n="277">ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα.</l><l n="278">ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,</l><l n="279">ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα</l><l n="280">γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ·</l><l n="281">εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.</l><l n="282"><milestone unit="para" ed="P"/>τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων</l><l n="283">τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ</l><l n="284">πόντον ἐπιπλώων. ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον,</l><l n="285">κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·</l><q type="unspecified"><l n="286"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως</l><l n="287">ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος,</l><l n="288">καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα</l><l n="289">ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.</l><l n="290">ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.</l></q><l n="291"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον</l><l n="292">χερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλας</l><l n="293">παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε</l><l n="294">γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.</l><l n="295">σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς</l><l n="296">καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.</l><l n="297">καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,</l><l n="298">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q type="unspecified"><l n="299"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;</l><l n="300">δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,</l><l n="301">ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,</l><l n="302">ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.</l><l n="303">οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν</l><l n="304">Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι</l><l n="305">παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.</l><l n="306">τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο</l><l n="307">Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.</l><l n="308">ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν</l><l n="309">ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα</l><l n="310">Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.</l><l n="311">τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·</l><l n="312">νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.</l></q><milestone n="313" unit="card" ed="p"/><l n="313"><milestone unit="para" ed="P"/>ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης</l><l n="314">δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.</l><l n="315">τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ</l><l n="316">ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν</l><l n="317">δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,</l><l n="318">τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.</l><l n="319">τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθη</l><l n="320">αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς·</l><l n="321">εἵματα γάρ ῥʼ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.</l><l n="322">ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμην</l><l n="323">πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.</l><l n="324">ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,</l><l n="325">ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς,</l><l n="326">ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.</l><l n="327">τὴν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.</l><l n="328">ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας</l><l n="329">ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,</l><l n="330">ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα·</l><l n="331">ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,</l><l n="332">ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.</l><l n="333"><milestone unit="para" ed="P"/>τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,</l><l n="334">Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,</l><l n="335">νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.</l><l n="336">ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα,</l><l n="337">αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,</l><l n="338">ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·</l><q type="unspecified"><l n="339"><milestone unit="para" ed="P"/>κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων</l><l n="340">ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;</l><l n="341">οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.</l><l n="342">ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·</l><l n="343">εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι</l><l n="344">κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου</l><l n="345">γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.</l><l n="346">τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι</l><l n="347">ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.</l><l n="348">αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,</l><l n="349">ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον</l><l n="350">πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.</l></q><l n="351"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,</l><l n="352">αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα</l><l n="353">αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.</l><l n="354">αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="355">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q type="unspecified"><l n="356"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε</l><l n="357">ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.</l><l n="358">ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν</l><l n="359">γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.</l><l n="360">ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον·</l><l n="361">ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ,</l><l n="362">τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·</l><l n="363">αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,</l><l n="364">νήξομʼ, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.</l></q><milestone n="365" unit="card" ed="p"/><l n="365"><milestone unit="para" ed="P"/>ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="366">ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,</l><l n="367">δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.</l><l n="368">ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ</l><l n="369">καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ·</l><l n="370">ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς</l><l n="371">ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων,</l><l n="372">εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.</l><l n="373">αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,</l><l n="374">αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,</l><l n="375">νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,</l><l n="376">κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·</l><q type="unspecified"><l n="377"><milestone unit="para" ed="P"/>οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,</l><l n="378">εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.</l><l n="379">ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.</l></q><l n="380"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,</l><l n="381">ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.</l><l n="382"><milestone unit="para" ed="P"/>αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.</l><l n="383">ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,</l><l n="384">παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·</l><l n="385">ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν,</l><l n="386">ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη</l><l n="387">διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.</l><l n="388"><milestone unit="para" ed="P"/>ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ</l><l n="389">πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον.</l><l n="390">ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,</l><l n="391">καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη</l><l n="392">ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν</l><l n="393">ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.</l><l n="394">ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ</l><l n="395">πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων,</l><l n="396">δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,</l><l n="397">ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,</l><l n="398">ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,</l><l n="399">νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.</l><l n="400">ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,</l><l n="401">καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης·</l><l n="402">ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο</l><l n="403">δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ·</l><l n="404">οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί.</l><l n="405">ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·</l><l n="406">καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,</l><l n="407">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><milestone n="408" unit="card" ed="p"/><q type="unspecified"><l n="408"><milestone unit="para" ed="P"/>ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι</l><l n="409">Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,</l><l n="410">ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·</l><l n="411">ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα</l><l n="412">βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,</l><l n="413">ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι</l><l n="414">στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·</l><l n="415">μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ</l><l n="416">κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.</l><l n="417">εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω</l><l n="418">ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,</l><l n="419">δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα</l><l n="420">πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,</l><l n="421">ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων</l><l n="422">ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·</l><l n="423">οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.</l></q><l n="424"><milestone unit="para" ed="P"/>ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="425">τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.</l><l n="426">ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,</l><l n="427">εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·</l><l n="428">ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,</l><l n="429">τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.</l><l n="430">καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις</l><l n="431">πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.</l><l n="432">ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο</l><l n="433">πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,</l><l n="434">ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν</l><l n="435">ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.</l><l n="436">ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,</l><l n="437">εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.</l><l n="438">κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,</l><l n="439">νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι</l><l n="440">ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.</l><l n="441">ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο</l><l n="442">ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,</l><l n="443">λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,</l><l n="444">ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·</l><q type="unspecified"><l n="445"><milestone unit="para" ed="P"/>κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ
                     ἱκάνω,</l><l n="446">φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.</l><l n="447">αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν</l><l n="448">ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν</l><l n="449">σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.</l><l n="450">ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.</l></q><milestone n="451" unit="card" ed="p"/><l n="451"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ
                  κῦμα,</l><l n="452">πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν</l><l n="453">ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε</l><l n="454">χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.</l><l n="455">ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ</l><l n="456">ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος</l><l n="457">κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.</l><l n="458">ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,</l><l n="459">καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.</l><l n="460">καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,</l><l n="461">ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ</l><l n="462">δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς</l><l n="463">σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.</l><l n="464">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q type="unspecified"><l n="465"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα
                     γένηται;</l><l n="466">εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,</l><l n="467">μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση</l><l n="468">ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·</l><l n="469">αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.</l><l n="470">εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην</l><l n="471">θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη</l><l n="472">ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,</l><l n="473">δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.</l></q><l n="474"><milestone unit="para" ed="P"/>ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·</l><l n="475">βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν</l><l n="476">ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,</l><l n="477">ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.</l><l n="478">τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,</l><l n="479">οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,</l><l n="480">οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ</l><l n="481">ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς</l><l n="482">δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν</l><l n="483">εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,</l><l n="484">ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι</l><l n="485">ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.</l><l n="486">τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="487">ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.</l><l n="488">ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ</l><l n="489">ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,</l><l n="490">σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,</l><l n="491">ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη</l><l n="492">ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα</l><l n="493">δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.</l></div><div n="6" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="2">ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη</l><l n="3">βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,</l><l n="4">οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,</l><l n="5">ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,</l><l n="6">οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.</l><l n="7">ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,</l><l n="8">εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,</l><l n="9">ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,</l><l n="10">καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.</l><l n="11">ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,</l><l n="12">Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.</l><l n="13">τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,</l><l n="14">νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.</l><l n="15">βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη</l><l n="16">κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,</l><l n="17">Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,</l><l n="18">πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,</l><l n="19">σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.</l><l n="20">ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,</l><l n="21">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,</l><l n="22">εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,</l><l n="23">ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.</l><l n="24">τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="25"><milestone unit="para" ed="P"/>Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο
                     μήτηρ;</l><l n="26">εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,</l><l n="27">σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν</l><l n="28">ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.</l><l n="29">ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει</l><l n="30">ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.</l><l n="31">ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·</l><l n="32">καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα</l><l n="33">ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·</l><l n="34">ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον</l><l n="35">πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.</l><l n="36">ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ</l><l n="37">ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι</l><l n="38">ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.</l><l n="39">καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν</l><l n="40">ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.</l></q><l n="41"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη</l><l n="42">Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ</l><l n="43">ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ</l><l n="44">δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη</l><l n="45">πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·</l><l n="46">τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.</l><l n="47">ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.</l><milestone n="48" unit="card" ed="p"/><l n="48"><milestone unit="para" ed="P"/>αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε</l><l n="49">Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,</l><l n="50">βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,</l><l n="51">πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·</l><l n="52">ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="53">ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε</l><l n="54">ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας</l><l n="55">ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.</l><l n="56">ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·</l><q type="unspecified"><l n="57"><milestone unit="para" ed="P"/>πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας
                     ἀπήνην</l><l n="58">ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι</l><l n="59">ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;</l><l n="60">καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα</l><l n="61">βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.</l><l n="62">πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,</l><l n="63">οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·</l><l n="64">οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες</l><l n="65">ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.</l></q><l n="66"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι</l><l n="67">πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·</l><q type="unspecified"><l n="68">οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.</l><l n="69">ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην</l><l n="70">ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.</l></q><l n="71"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.</l><l n="72">οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην</l><l n="73">ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·</l><l n="74">κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.</l><l n="75">καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,</l><l n="76">μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν</l><l n="77">παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν</l><l n="78">ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.</l><l n="79">δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,</l><l n="80">ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.</l><l n="81">ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,</l><l n="82">μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν.</l><l n="83">αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν,</l><l n="84">οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.</l><milestone n="85" unit="card" ed="p"/><l n="85"><milestone unit="para" ed="P"/>αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο,</l><l n="86">ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ</l><l n="87">καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,</l><l n="88">ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.</l><l n="89">καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα</l><l n="90">τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης</l><l n="91">εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,</l><l n="92">στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.</l><l n="93">αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,</l><l n="94">ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα</l><l n="95">λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.</l><l n="96">αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ</l><l n="97">δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,</l><l n="98">εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.</l><l n="99">αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,</l><l n="100">σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·</l><l n="101">τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.</l><l n="102">οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,</l><l n="103">ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,</l><l n="104">τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·</l><l n="105">τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,</l><l n="106">ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·</l><l n="107">πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,</l><l n="108">ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·</l><l n="109">ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.</l><l n="110"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι</l><l n="111">ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,</l><l n="112">ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,</l><l n="113">ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην,</l><l n="114">ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.</l><l n="115">σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·</l><l n="116">ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ·</l><l n="117">αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς,</l><l n="118">ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·</l><q type="unspecified"><l n="119"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;</l><l n="120">ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,</l><l n="121">ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;</l><l n="122">ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·</l><l n="123">νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα</l><l n="124">καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.</l><l n="125">ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;</l><l n="126">ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.</l></q><milestone n="127" unit="card" ed="p"/><l n="127"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,</l><l n="128">ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ</l><l n="129">φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.</l><l n="130">βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,</l><l n="131">ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε</l><l n="132">δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν</l><l n="133">ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ</l><l n="134">μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·</l><l n="135">ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε</l><l n="136">μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.</l><l n="137">σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,</l><l n="138">τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας·</l><l n="139">οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη</l><l n="140">θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.</l><l n="141">στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,</l><l n="142">ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,</l><l n="143">ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι</l><l n="144">λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.</l><l n="145">ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l><l n="146">λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,</l><l n="147">μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.</l><l n="148">αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.</l><q type="unspecified"><l n="149"><milestone unit="para" ed="P"/>γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός
                     ἐσσι;</l><l n="150">εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="151">Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,</l><l n="152">εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω·</l><l n="153">εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,</l><l n="154">τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,</l><l n="155">τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς</l><l n="156">αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,</l><l n="157">λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.</l><l n="158">κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,</l><l n="159">ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται.</l><l n="160">οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,</l><l n="161">οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα.</l><milestone n="162" unit="card" ed="p"/><l n="162">Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ</l><l n="163">φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·</l><l n="164">ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,</l><l n="165">τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.</l><l n="166">ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ</l><l n="167">δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,</l><l n="168">ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς</l><l n="169">γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.</l><l n="170">χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·</l><l n="171">τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι</l><l n="172">νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,</l><l n="173">ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω</l><l n="174">παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.</l><l n="175">ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας</l><l n="176">ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα</l><l n="177">ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.</l><l n="178">ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,</l><l n="179">εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.</l><l n="180">σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,</l><l n="181">ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν</l><l n="182">ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,</l><l n="183">ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον</l><l n="184">ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,</l><l n="185">χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.</l></q><l n="186"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="187">ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·</l><l n="188">Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,</l><l n="189">ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·</l><l n="190">καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.</l><l n="191">νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,</l><l n="192">οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,</l><l n="193">ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.</l><l n="194">ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.</l><l n="195">Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,</l><l n="196">εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,</l><l n="197">τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.</l></q><l n="198"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·</l><q type="unspecified"><l n="199">στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;</l><l n="200">ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;</l><l n="201">οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,</l><l n="202">ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται</l><l n="203">δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.</l><l n="204">οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,</l><l n="205">ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.</l><l n="206">ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,</l><l n="207">τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες</l><l n="208">ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.</l><l n="209">ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,</l><l n="210">λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.</l></q><milestone n="211" unit="card" ed="p"/><l n="211"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,</l><l n="212">κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν</l><l n="213">Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·</l><l n="214">πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,</l><l n="215">δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,</l><l n="216">ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.</l><l n="217">δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="218">ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς</l><l n="219">ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ</l><l n="220">χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.</l><l n="221">ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ</l><l n="222">γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.</l></q><l n="223"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα
                  κούρῃ.</l><l n="224">αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς</l><l n="225">ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,</l><l n="226">ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.</l><l n="227">αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν,</l><l n="228">ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,</l><l n="229">τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα</l><l n="230">μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος</l><l n="231">οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.</l><l n="232">ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ</l><l n="233">ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη</l><l n="234">τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,</l><l n="235">ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.</l><l n="236">ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,</l><l n="237">κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.</l><l n="238">δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·</l><q type="unspecified"><l n="239"><milestone unit="para" ed="P"/>κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι
                     εἴπω.</l><l n="240">οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,</l><l n="241">Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·</l><l n="242">πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,</l><l n="243">νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.</l><l n="244">αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη</l><l n="245">ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.</l><l n="246">ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.</l></q><l n="247"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,</l><l n="248">πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.</l><l n="249">ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="250">ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.</l><milestone n="251" unit="card" ed="p"/><l n="251"><milestone unit="para" ed="P"/>αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·</l><l n="252">εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,</l><l n="253">ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,</l><l n="254">ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="255">ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω</l><l n="256">πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι</l><l n="257">πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.</l><l n="258">ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·</l><l n="259">ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,</l><l n="260">τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν</l><l n="261">καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.</l><l n="262">αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος</l><l n="263">ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,</l><l n="264">λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι</l><l n="265">εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.</l><l n="266">ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,</l><l n="267">ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.</l><l n="268">ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,</l><l n="269">πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.</l><l n="270">οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,</l><l n="271">ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,</l><l n="272">ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.</l><l n="273">τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω</l><l n="274">μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·</l><l n="275">καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·</l><q type="unspecified"><l n="276">τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε</l><l n="277">ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.</l><l n="278">ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς</l><l n="279">ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·</l><l n="280">ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν</l><l n="281">οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.</l><l n="282">βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν</l><l n="283">ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον</l><l n="284">Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.</l></q><l n="285">ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.</l><l n="286">καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,</l><l n="287">ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,</l><l n="288">ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.</l><milestone n="288" unit="card" ed="p"/><l n="289">ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα</l><l n="290">πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.</l><l n="291">δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου</l><l n="292">αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·</l><l n="293">ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,</l><l n="294">τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.</l><l n="295">ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς</l><l n="296">ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.</l><l n="297">αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,</l><l n="298">καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι</l><l n="299">δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.</l><l n="300">ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο</l><l n="301">νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται</l><l n="302">δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο</l><l n="303">ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,</l><l n="304">ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι</l><l n="305">μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,</l><l n="306">ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,</l><l n="307">κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.</l><l n="308">ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,</l><l n="309">τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.</l><l n="310">τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας</l><l n="311">βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι</l><l n="312">χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.</l><l n="313">εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,</l><l n="314">ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="315">οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="316"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ</l><l n="317">ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.</l><l n="318">αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·</l><l n="319">ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ</l><l n="320">ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.</l><l n="321">δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο</l><l n="322">ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.</l><l n="323">αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·</l><q type="unspecified"><l n="324">κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·</l><l n="325">νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας</l><l n="326">ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.</l><l n="327">δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.</l></q><l n="328"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.</l><l n="329">αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα</l><l n="330">πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν</l><l n="331">ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.</l></div><div n="7" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="2">κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.</l><l n="3">ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,</l><l n="4">στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς</l><l n="5">ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης</l><l n="6">ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.</l><l n="7">αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ</l><l n="8">γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,</l><l n="9">τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·</l><l n="10">Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν</l><l n="11">Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·</l><l n="12">ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.</l><l n="13">ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.</l><l n="14"><milestone unit="para" ed="P"/>καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ
                  Ἀθήνη</l><l n="15">πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,</l><l n="16">μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας</l><l n="17">κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.</l><l n="18">ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,</l><l n="19">ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,</l><l n="20">παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.</l><l n="21">στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="22"><milestone unit="para" ed="P"/>ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο</l><l n="23">Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;</l><l n="24">καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω</l><l n="25">τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα</l><l n="26">ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.</l></q><l n="27"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="28">τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,</l><l n="29">δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.</l><l n="30">ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,</l><l n="31">μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.</l><l n="32">οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,</l><l n="33">οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.</l><l n="34">νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι</l><l n="35">λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·</l><l n="36">τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.</l></q><milestone n="37" unit="card" ed="p"/><l n="37"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη</l><l n="38">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="39">τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν</l><l n="40">ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη</l><l n="41">εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν</l><l n="42">θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.</l><l n="43">θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας</l><l n="44">αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ</l><l n="45">ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.</l><l n="46">ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,</l><l n="47">τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="48"><milestone unit="para" ed="P"/>οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με
                     κελεύεις</l><l n="49">πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας</l><l n="50">δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ</l><l n="51">τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων</l><l n="52">ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.</l><l n="53">δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·</l><l n="54">Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων</l><l n="55">τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.</l><l n="56">Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων</l><l n="57">γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,</l><l n="58">ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,</l><l n="59">ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.</l><l n="60">ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·</l><l n="61">τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα</l><l n="62">Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·</l><l n="63">Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.</l><l n="64">τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="65">νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα</l><l n="66">Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,</l><l n="67">καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,</l><l n="68">ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.</l><l n="69">ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν</l><l n="70">ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο</l><l n="71">καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες</l><l n="72">δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.</l><l n="73">οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·</l><l n="74">ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.</l><l n="75">εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,</l><l n="76">ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="77">οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><milestone n="77" unit="card" ed="p"/><l n="78"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη</l><l n="79">πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,</l><l n="80">ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,</l><l n="81">δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς</l><l n="82">Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ</l><l n="83">ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.</l><l n="84">ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης</l><l n="85">δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.</l><l n="86">χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,</l><l n="87">ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·</l><l n="88">χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·</l><l n="89">σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,</l><l n="90">ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.</l><l n="91">χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,</l><l n="92">οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι</l><l n="93">δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,</l><l n="94">ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.</l><l n="95">ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,</l><l n="96">ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι</l><l n="97">λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.</l><l n="98">ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο</l><l n="99">πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.</l><l n="100">χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν</l><l n="101">ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,</l><l n="102">φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.</l><l n="103">πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες</l><l n="104">αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,</l><l n="105">αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν</l><l n="106">ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·</l><l n="107">καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.</l><milestone n="107" unit="card" ed="p"/><l n="108">ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν</l><l n="109">νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες</l><l n="110">ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη</l><l n="111">ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.</l><l n="112">ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων</l><l n="113">τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.</l><l n="114">ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,</l><l n="115">ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι</l><l n="116">συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.</l><l n="117">τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει</l><l n="118">χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ</l><l n="119">Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.</l><l n="120">ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,</l><l n="121">αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.</l><l n="122">ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,</l><l n="123">τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ</l><l n="124">τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,</l><l n="125">ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν</l><l n="126">ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.</l><l n="127">ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον</l><l n="128">παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·</l><l n="129">ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα</l><l n="130">σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι</l><l n="131">πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.</l><l n="132">τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.</l><l n="133"><milestone unit="para" ed="P"/>ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="134">αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,</l><l n="135">καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.</l><l n="136">εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας</l><l n="137">σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,</l><l n="138">ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.</l><l n="139">αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="140">πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,</l><l n="141">ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.</l><l n="142">ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,</l><l n="143">καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.</l><l n="144">οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·</l><l n="145">θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·</l><q type="unspecified"><l n="146"><milestone unit="para" ed="P"/>Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,</l><l n="147">σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας</l><l n="148">τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν</l><l n="149">ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος</l><l n="150">κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν·</l><l n="151">αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι</l><l n="152">θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.</l></q><milestone n="152" unit="card" ed="p"/><l n="153"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν</l><l n="154">πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="155">ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,</l><l n="156">ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν</l><l n="157">καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·</l><l n="158">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="159">Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,</l><l n="160">ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,</l><l n="161">οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.</l><l n="162">ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου</l><l n="163">εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον</l><l n="164">οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ</l><l n="165">σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·</l><l n="166">δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.</l></q><l n="167"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="168">χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην</l><l n="169">ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,</l><l n="170">υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,</l><l n="171">ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.</l><l n="172">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="173">καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="174">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="175">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,</l><l n="176">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.</l><l n="177">αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="178">καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·</l><q type="unspecified"><l n="179"><milestone unit="para" ed="P"/>Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον</l><l n="180">πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ</l><l n="181">σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.</l></q><l n="182"><milestone unit="para" ed="P"/>ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,</l><l n="183">νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.</l><l n="184">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,</l><l n="185">τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="186"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="187">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="188">νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·</l><l n="189">ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες</l><l n="190">ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν</l><l n="191">ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς</l><l n="192">μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης</l><l n="193">πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται</l><l n="194">χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,</l><l n="195">μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,</l><l n="196">πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα</l><l n="197">πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι</l><l n="198">γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.</l><milestone n="198" unit="card" ed="p"/><l n="199">εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,</l><l n="200">ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.</l><l n="201">αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς</l><l n="202">ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,</l><l n="203">δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.</l><l n="204">εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,</l><l n="205">οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,</l><l n="206">ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.</l></q><l n="207"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="208">Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε</l><l n="209">ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="210">οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.</l><l n="211">οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν</l><l n="212">ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.</l><l n="213">καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,</l><l n="214">ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.</l><l n="215">ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·</l><l n="216">οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο</l><l n="217">ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ</l><l n="218">καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,</l><l n="219">ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ</l><l n="220">ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων</l><l n="221">ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.</l><l n="222">ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν,</l><l n="223">ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης</l><l n="224">καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν</l><l n="225">κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.</l></q><l n="226"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον</l><l n="227">πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.</l><l n="228">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,</l><l n="229">οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,</l><l n="230">αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,</l><l n="231">πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς</l><l n="232">ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.</l><l n="233">τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·</l><l n="234">ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα</l><l n="235">καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·</l><l n="236">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="237"><milestone unit="para" ed="P"/>ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·</l><l n="238">τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;</l><l n="239">οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;</l></q><milestone n="240" unit="card" ed="p"/><l n="240"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="241">ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι</l><l n="242">κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·</l><l n="243">τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.</l><l n="244">Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·</l><l n="245">ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ</l><l n="246">ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ</l><l n="247">μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.</l><l n="248">ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων</l><l n="249">οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ</l><l n="250">Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.</l><l n="251">ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,</l><l n="252">αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης</l><l n="253">ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ</l><l n="254">νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ</l><l n="255">ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα</l><l n="256">ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε</l><l n="257">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·</l><l n="258">ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.</l><l n="259">ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ</l><l n="260">δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·</l><l n="261">ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,</l><l n="262">καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι</l><l n="263">Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.</l><l n="264">πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,</l><l n="265">σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,</l><l n="266">οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.</l><l n="267">ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,</l><l n="268">ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα</l><l n="269">γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ</l><l n="270">δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ</l><l n="271">πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,</l><l n="272">ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,</l><l n="273">ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα</l><l n="274">εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.</l><l n="275">τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε</l><l n="276">νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ</l><l n="277">ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.</l><l n="278">ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,</l><l n="279">πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·</l><l n="280">ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον</l><l n="281">ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,</l><l n="282">λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.</l><l n="283">ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ</l><l n="284">ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο</l><l n="285">ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα</l><l n="286">ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.</l><milestone n="287" unit="card" ed="p"/><l n="287">ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ</l><l n="288">εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.</l><l n="289">δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.</l><l n="290">ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς</l><l n="291">παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·</l><l n="292">τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,</l><l n="293">ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα</l><l n="294">ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.</l><l n="295">ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον</l><l n="296">καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.</l><l n="297">ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.</l></q><l n="298"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="299">ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε</l><l n="300">παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν</l><l n="301">ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.</l></q><l n="302"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="303">ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·</l><l n="304">ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,</l><l n="305">ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,</l><l n="306">μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·</l><l n="307">δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.</l></q><l n="308"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="309">ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ</l><l n="310">μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.</l><l n="311">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="312">τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,</l><l n="313">παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι</l><l n="314">αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,</l><l n="315">εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει</l><l n="316">Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.</l><milestone n="317" unit="card" ed="p"/><l n="317">πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,</l><l n="318">αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ</l><l n="319">λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι</l><l n="320">πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,</l><l n="321">εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,</l><l n="322">τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο</l><l n="323">λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν</l><l n="324">ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.</l><l n="325">καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν</l><l n="326">ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.</l><l n="327">εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται</l><l n="328">νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.</l></q><l n="329"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="330">εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="331">Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα</l><l n="332">Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν</l><l n="333">ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.</l></q><l n="334"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="335">κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν</l><l n="336">δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ</l><l n="337">πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας</l><l n="338">χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.</l><l n="339">αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·</l><l n="340">αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,</l><l n="341">ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·</l><q type="unspecified"><l n="342">ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.</l></q><l n="343"><milestone unit="para" ed="P"/>ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.</l><l n="344">ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>