<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.69-5.84</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.69-5.84</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="69">ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.</l><l n="70">κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,</l><l n="71">πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.</l><l n="72">ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου</l><l n="73">θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν</l><l n="74">θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.</l><l n="75">ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.</l><l n="76">αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,</l><l n="77">αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην</l><l n="78">ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·</l><l n="79">οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται</l><l n="80">ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.</l><l n="81">οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,</l><l n="82">ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,</l><l n="83">δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.</l><l n="84">πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>