<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.62-5.110</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.62-5.110</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="62">ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.</l><l n="63">ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,</l><l n="64">κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.</l><l n="65">ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,</l><l n="66">σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι</l><l n="67">εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.</l><l n="68">ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο</l><l n="69">ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.</l><l n="70">κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,</l><l n="71">πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.</l><l n="72">ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου</l><l n="73">θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν</l><l n="74">θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.</l><l n="75">ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.</l><l n="76">αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,</l><l n="77">αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην</l><l n="78">ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·</l><l n="79">οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται</l><l n="80">ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.</l><l n="81">οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,</l><l n="82">ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,</l><l n="83">δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.</l><l n="84">πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.</l><l n="85">Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,</l><l n="86">ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·</l><q type="unspecified"><l n="87"><milestone unit="para" ed="P"/>τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας</l><l n="88">αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.</l><l n="89">αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,</l><l n="90">εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.</l><l n="91">ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.</l></q><milestone n="92" unit="card" ed="p"/><l n="92"><milestone unit="para" ed="P"/>ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν</l><l n="93">ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.</l><l n="94">αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.</l><l n="95">αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,</l><l n="96">καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="97"><milestone unit="para" ed="P"/>εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι</l><l n="98">νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.</l><l n="99">Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·</l><l n="100">τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ</l><l n="101">ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν</l><l n="102">ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.</l><l n="103">ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο</l><l n="104">οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.</l><l n="105">φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,</l><l n="106">τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο</l><l n="107">εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν</l><l n="108">οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,</l><l n="109">ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.</l><l n="110">ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>