<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.483-6.26</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.483-6.26</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="483">εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,</l><l n="484">ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι</l><l n="485">ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.</l><l n="486">τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="487">ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.</l><l n="488">ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ</l><l n="489">ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,</l><l n="490">σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,</l><l n="491">ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη</l><l n="492">ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα</l><l n="493">δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.</l></div><div n="6" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="2">ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη</l><l n="3">βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,</l><l n="4">οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,</l><l n="5">ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,</l><l n="6">οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.</l><l n="7">ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,</l><l n="8">εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,</l><l n="9">ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,</l><l n="10">καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.</l><l n="11">ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,</l><l n="12">Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.</l><l n="13">τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,</l><l n="14">νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.</l><l n="15">βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη</l><l n="16">κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,</l><l n="17">Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,</l><l n="18">πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,</l><l n="19">σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.</l><l n="20">ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,</l><l n="21">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,</l><l n="22">εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,</l><l n="23">ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.</l><l n="24">τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="25"><milestone unit="para" ed="P"/>Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο
                     μήτηρ;</l><l n="26">εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>