<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.465-5.485</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.465-5.485</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><q type="unspecified"><l n="465"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα
                     γένηται;</l><l n="466">εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,</l><l n="467">μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση</l><l n="468">ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·</l><l n="469">αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.</l><l n="470">εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην</l><l n="471">θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη</l><l n="472">ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,</l><l n="473">δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.</l></q><l n="474"><milestone unit="para" ed="P"/>ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·</l><l n="475">βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν</l><l n="476">ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,</l><l n="477">ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.</l><l n="478">τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,</l><l n="479">οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,</l><l n="480">οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ</l><l n="481">ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς</l><l n="482">δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν</l><l n="483">εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,</l><l n="484">ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι</l><l n="485">ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>