<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.456-5.471</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.456-5.471</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="456">ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος</l><l n="457">κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.</l><l n="458">ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,</l><l n="459">καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.</l><l n="460">καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,</l><l n="461">ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ</l><l n="462">δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς</l><l n="463">σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.</l><l n="464">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q type="unspecified"><l n="465"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα
                     γένηται;</l><l n="466">εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,</l><l n="467">μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση</l><l n="468">ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·</l><l n="469">αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.</l><l n="470">εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην</l><l n="471">θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>