<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.452-5.464</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.452-5.464</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="452">πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν</l><l n="453">ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε</l><l n="454">χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.</l><l n="455">ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ</l><l n="456">ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος</l><l n="457">κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.</l><l n="458">ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,</l><l n="459">καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.</l><l n="460">καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,</l><l n="461">ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ</l><l n="462">δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς</l><l n="463">σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.</l><l n="464">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>