<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.446-5.482</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.446-5.482</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><q type="unspecified"><l n="446">φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.</l><l n="447">αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν</l><l n="448">ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν</l><l n="449">σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.</l><l n="450">ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.</l></q><milestone n="451" unit="card" ed="p"/><l n="451"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ
                  κῦμα,</l><l n="452">πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν</l><l n="453">ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε</l><l n="454">χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.</l><l n="455">ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ</l><l n="456">ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος</l><l n="457">κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.</l><l n="458">ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,</l><l n="459">καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.</l><l n="460">καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,</l><l n="461">ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ</l><l n="462">δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς</l><l n="463">σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.</l><l n="464">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q type="unspecified"><l n="465"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα
                     γένηται;</l><l n="466">εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,</l><l n="467">μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση</l><l n="468">ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·</l><l n="469">αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.</l><l n="470">εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην</l><l n="471">θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη</l><l n="472">ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,</l><l n="473">δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.</l></q><l n="474"><milestone unit="para" ed="P"/>ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·</l><l n="475">βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν</l><l n="476">ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,</l><l n="477">ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.</l><l n="478">τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,</l><l n="479">οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,</l><l n="480">οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ</l><l n="481">ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς</l><l n="482">δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>