<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.429-6.25</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.429-6.25</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="429">τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.</l><l n="430">καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις</l><l n="431">πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.</l><l n="432">ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο</l><l n="433">πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,</l><l n="434">ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν</l><l n="435">ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.</l><l n="436">ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,</l><l n="437">εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.</l><l n="438">κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,</l><l n="439">νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι</l><l n="440">ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.</l><l n="441">ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο</l><l n="442">ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,</l><l n="443">λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,</l><l n="444">ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·</l><q type="unspecified"><l n="445"><milestone unit="para" ed="P"/>κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ
                     ἱκάνω,</l><l n="446">φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.</l><l n="447">αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν</l><l n="448">ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν</l><l n="449">σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.</l><l n="450">ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.</l></q><milestone n="451" unit="card" ed="p"/><l n="451"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ
                  κῦμα,</l><l n="452">πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν</l><l n="453">ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε</l><l n="454">χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.</l><l n="455">ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ</l><l n="456">ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος</l><l n="457">κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.</l><l n="458">ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,</l><l n="459">καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.</l><l n="460">καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,</l><l n="461">ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ</l><l n="462">δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς</l><l n="463">σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.</l><l n="464">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q type="unspecified"><l n="465"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα
                     γένηται;</l><l n="466">εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,</l><l n="467">μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση</l><l n="468">ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·</l><l n="469">αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.</l><l n="470">εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην</l><l n="471">θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη</l><l n="472">ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,</l><l n="473">δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.</l></q><l n="474"><milestone unit="para" ed="P"/>ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·</l><l n="475">βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν</l><l n="476">ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,</l><l n="477">ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.</l><l n="478">τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,</l><l n="479">οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,</l><l n="480">οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ</l><l n="481">ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς</l><l n="482">δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν</l><l n="483">εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,</l><l n="484">ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι</l><l n="485">ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.</l><l n="486">τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="487">ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.</l><l n="488">ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ</l><l n="489">ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,</l><l n="490">σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,</l><l n="491">ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη</l><l n="492">ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα</l><l n="493">δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.</l></div><div n="6" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="2">ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη</l><l n="3">βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,</l><l n="4">οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,</l><l n="5">ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,</l><l n="6">οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.</l><l n="7">ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,</l><l n="8">εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,</l><l n="9">ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,</l><l n="10">καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.</l><l n="11">ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,</l><l n="12">Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.</l><l n="13">τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,</l><l n="14">νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.</l><l n="15">βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη</l><l n="16">κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,</l><l n="17">Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,</l><l n="18">πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,</l><l n="19">σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.</l><l n="20">ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,</l><l n="21">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,</l><l n="22">εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,</l><l n="23">ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.</l><l n="24">τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="25"><milestone unit="para" ed="P"/>Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο
                     μήτηρ;</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>