<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.425-5.445</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.425-5.445</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="425">τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.</l><l n="426">ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,</l><l n="427">εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·</l><l n="428">ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,</l><l n="429">τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.</l><l n="430">καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις</l><l n="431">πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.</l><l n="432">ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο</l><l n="433">πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,</l><l n="434">ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν</l><l n="435">ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.</l><l n="436">ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,</l><l n="437">εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.</l><l n="438">κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,</l><l n="439">νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι</l><l n="440">ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.</l><l n="441">ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο</l><l n="442">ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,</l><l n="443">λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,</l><l n="444">ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·</l><q type="unspecified"><l n="445"><milestone unit="para" ed="P"/>κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ
                     ἱκάνω,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>