<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.415-5.430</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.415-5.430</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><q type="unspecified"><l n="415">μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ</l><l n="416">κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.</l><l n="417">εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω</l><l n="418">ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,</l><l n="419">δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα</l><l n="420">πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,</l><l n="421">ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων</l><l n="422">ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·</l><l n="423">οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.</l></q><l n="424"><milestone unit="para" ed="P"/>ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="425">τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.</l><l n="426">ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,</l><l n="427">εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·</l><l n="428">ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,</l><l n="429">τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.</l><l n="430">καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>