<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.405-5.453</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.405-5.453</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="405">ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·</l><l n="406">καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,</l><l n="407">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><milestone n="408" unit="card" ed="p"/><q type="unspecified"><l n="408"><milestone unit="para" ed="P"/>ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι</l><l n="409">Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,</l><l n="410">ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·</l><l n="411">ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα</l><l n="412">βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,</l><l n="413">ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι</l><l n="414">στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·</l><l n="415">μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ</l><l n="416">κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.</l><l n="417">εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω</l><l n="418">ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,</l><l n="419">δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα</l><l n="420">πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,</l><l n="421">ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων</l><l n="422">ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·</l><l n="423">οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.</l></q><l n="424"><milestone unit="para" ed="P"/>ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="425">τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.</l><l n="426">ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,</l><l n="427">εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·</l><l n="428">ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,</l><l n="429">τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.</l><l n="430">καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις</l><l n="431">πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.</l><l n="432">ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο</l><l n="433">πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,</l><l n="434">ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν</l><l n="435">ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.</l><l n="436">ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,</l><l n="437">εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.</l><l n="438">κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,</l><l n="439">νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι</l><l n="440">ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.</l><l n="441">ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο</l><l n="442">ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,</l><l n="443">λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,</l><l n="444">ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·</l><q type="unspecified"><l n="445"><milestone unit="para" ed="P"/>κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ
                     ἱκάνω,</l><l n="446">φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.</l><l n="447">αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν</l><l n="448">ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν</l><l n="449">σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.</l><l n="450">ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.</l></q><milestone n="451" unit="card" ed="p"/><l n="451"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ
                  κῦμα,</l><l n="452">πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν</l><l n="453">ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>