<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.388-5.419</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.388-5.419</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="388"><milestone unit="para" ed="P"/>ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ</l><l n="389">πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον.</l><l n="390">ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,</l><l n="391">καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη</l><l n="392">ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν</l><l n="393">ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.</l><l n="394">ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ</l><l n="395">πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων,</l><l n="396">δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,</l><l n="397">ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,</l><l n="398">ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,</l><l n="399">νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.</l><l n="400">ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,</l><l n="401">καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης·</l><l n="402">ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο</l><l n="403">δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ·</l><l n="404">οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί.</l><l n="405">ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·</l><l n="406">καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,</l><l n="407">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><milestone n="408" unit="card" ed="p"/><q type="unspecified"><l n="408"><milestone unit="para" ed="P"/>ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι</l><l n="409">Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,</l><l n="410">ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·</l><l n="411">ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα</l><l n="412">βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,</l><l n="413">ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι</l><l n="414">στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·</l><l n="415">μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ</l><l n="416">κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.</l><l n="417">εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω</l><l n="418">ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,</l><l n="419">δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>