<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.367-5.415</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.367-5.415</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="367">δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.</l><l n="368">ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ</l><l n="369">καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ·</l><l n="370">ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς</l><l n="371">ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων,</l><l n="372">εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.</l><l n="373">αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,</l><l n="374">αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,</l><l n="375">νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,</l><l n="376">κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·</l><q type="unspecified"><l n="377"><milestone unit="para" ed="P"/>οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,</l><l n="378">εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.</l><l n="379">ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.</l></q><l n="380"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,</l><l n="381">ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.</l><l n="382"><milestone unit="para" ed="P"/>αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.</l><l n="383">ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,</l><l n="384">παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·</l><l n="385">ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν,</l><l n="386">ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη</l><l n="387">διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.</l><l n="388"><milestone unit="para" ed="P"/>ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ</l><l n="389">πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον.</l><l n="390">ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,</l><l n="391">καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη</l><l n="392">ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν</l><l n="393">ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.</l><l n="394">ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ</l><l n="395">πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων,</l><l n="396">δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,</l><l n="397">ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,</l><l n="398">ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,</l><l n="399">νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.</l><l n="400">ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,</l><l n="401">καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης·</l><l n="402">ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο</l><l n="403">δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ·</l><l n="404">οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί.</l><l n="405">ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·</l><l n="406">καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,</l><l n="407">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><milestone n="408" unit="card" ed="p"/><q type="unspecified"><l n="408"><milestone unit="para" ed="P"/>ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι</l><l n="409">Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,</l><l n="410">ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·</l><l n="411">ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα</l><l n="412">βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,</l><l n="413">ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι</l><l n="414">στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·</l><l n="415">μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>