<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.329-6.107</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.329-6.107</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="329">ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,</l><l n="330">ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα·</l><l n="331">ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,</l><l n="332">ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.</l><l n="333"><milestone unit="para" ed="P"/>τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,</l><l n="334">Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,</l><l n="335">νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.</l><l n="336">ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα,</l><l n="337">αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,</l><l n="338">ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·</l><q type="unspecified"><l n="339"><milestone unit="para" ed="P"/>κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων</l><l n="340">ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;</l><l n="341">οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.</l><l n="342">ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·</l><l n="343">εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι</l><l n="344">κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου</l><l n="345">γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.</l><l n="346">τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι</l><l n="347">ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.</l><l n="348">αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,</l><l n="349">ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον</l><l n="350">πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.</l></q><l n="351"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,</l><l n="352">αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα</l><l n="353">αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.</l><l n="354">αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="355">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q type="unspecified"><l n="356"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε</l><l n="357">ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.</l><l n="358">ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν</l><l n="359">γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.</l><l n="360">ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον·</l><l n="361">ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ,</l><l n="362">τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·</l><l n="363">αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,</l><l n="364">νήξομʼ, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.</l></q><milestone n="365" unit="card" ed="p"/><l n="365"><milestone unit="para" ed="P"/>ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="366">ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,</l><l n="367">δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.</l><l n="368">ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ</l><l n="369">καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ·</l><l n="370">ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς</l><l n="371">ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων,</l><l n="372">εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.</l><l n="373">αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,</l><l n="374">αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,</l><l n="375">νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,</l><l n="376">κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·</l><q type="unspecified"><l n="377"><milestone unit="para" ed="P"/>οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,</l><l n="378">εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.</l><l n="379">ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.</l></q><l n="380"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,</l><l n="381">ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.</l><l n="382"><milestone unit="para" ed="P"/>αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.</l><l n="383">ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,</l><l n="384">παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·</l><l n="385">ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν,</l><l n="386">ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη</l><l n="387">διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.</l><l n="388"><milestone unit="para" ed="P"/>ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ</l><l n="389">πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον.</l><l n="390">ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,</l><l n="391">καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη</l><l n="392">ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν</l><l n="393">ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.</l><l n="394">ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ</l><l n="395">πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων,</l><l n="396">δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,</l><l n="397">ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,</l><l n="398">ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,</l><l n="399">νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.</l><l n="400">ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,</l><l n="401">καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης·</l><l n="402">ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο</l><l n="403">δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ·</l><l n="404">οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί.</l><l n="405">ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·</l><l n="406">καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,</l><l n="407">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><milestone n="408" unit="card" ed="p"/><q type="unspecified"><l n="408"><milestone unit="para" ed="P"/>ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι</l><l n="409">Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,</l><l n="410">ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·</l><l n="411">ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα</l><l n="412">βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,</l><l n="413">ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι</l><l n="414">στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·</l><l n="415">μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ</l><l n="416">κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.</l><l n="417">εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω</l><l n="418">ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,</l><l n="419">δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα</l><l n="420">πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,</l><l n="421">ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων</l><l n="422">ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·</l><l n="423">οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.</l></q><l n="424"><milestone unit="para" ed="P"/>ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="425">τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.</l><l n="426">ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,</l><l n="427">εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·</l><l n="428">ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,</l><l n="429">τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.</l><l n="430">καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις</l><l n="431">πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.</l><l n="432">ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο</l><l n="433">πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,</l><l n="434">ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν</l><l n="435">ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.</l><l n="436">ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,</l><l n="437">εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.</l><l n="438">κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,</l><l n="439">νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι</l><l n="440">ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.</l><l n="441">ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο</l><l n="442">ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,</l><l n="443">λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,</l><l n="444">ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·</l><q type="unspecified"><l n="445"><milestone unit="para" ed="P"/>κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ
                     ἱκάνω,</l><l n="446">φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.</l><l n="447">αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν</l><l n="448">ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν</l><l n="449">σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.</l><l n="450">ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.</l></q><milestone n="451" unit="card" ed="p"/><l n="451"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ
                  κῦμα,</l><l n="452">πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν</l><l n="453">ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε</l><l n="454">χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.</l><l n="455">ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ</l><l n="456">ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος</l><l n="457">κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.</l><l n="458">ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,</l><l n="459">καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.</l><l n="460">καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,</l><l n="461">ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ</l><l n="462">δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς</l><l n="463">σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.</l><l n="464">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q type="unspecified"><l n="465"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα
                     γένηται;</l><l n="466">εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,</l><l n="467">μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση</l><l n="468">ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·</l><l n="469">αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.</l><l n="470">εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην</l><l n="471">θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη</l><l n="472">ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,</l><l n="473">δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.</l></q><l n="474"><milestone unit="para" ed="P"/>ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·</l><l n="475">βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν</l><l n="476">ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,</l><l n="477">ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.</l><l n="478">τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,</l><l n="479">οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,</l><l n="480">οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ</l><l n="481">ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς</l><l n="482">δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν</l><l n="483">εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,</l><l n="484">ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι</l><l n="485">ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.</l><l n="486">τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="487">ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.</l><l n="488">ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ</l><l n="489">ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,</l><l n="490">σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,</l><l n="491">ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη</l><l n="492">ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα</l><l n="493">δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.</l></div><div n="6" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="2">ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη</l><l n="3">βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,</l><l n="4">οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,</l><l n="5">ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,</l><l n="6">οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.</l><l n="7">ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,</l><l n="8">εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,</l><l n="9">ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,</l><l n="10">καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.</l><l n="11">ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,</l><l n="12">Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.</l><l n="13">τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,</l><l n="14">νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.</l><l n="15">βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη</l><l n="16">κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,</l><l n="17">Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,</l><l n="18">πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,</l><l n="19">σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.</l><l n="20">ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,</l><l n="21">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,</l><l n="22">εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,</l><l n="23">ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.</l><l n="24">τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="25"><milestone unit="para" ed="P"/>Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο
                     μήτηρ;</l><l n="26">εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,</l><l n="27">σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν</l><l n="28">ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.</l><l n="29">ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει</l><l n="30">ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.</l><l n="31">ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·</l><l n="32">καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα</l><l n="33">ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·</l><l n="34">ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον</l><l n="35">πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.</l><l n="36">ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ</l><l n="37">ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι</l><l n="38">ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.</l><l n="39">καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν</l><l n="40">ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.</l></q><l n="41"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη</l><l n="42">Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ</l><l n="43">ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ</l><l n="44">δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη</l><l n="45">πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·</l><l n="46">τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.</l><l n="47">ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.</l><milestone n="48" unit="card" ed="p"/><l n="48"><milestone unit="para" ed="P"/>αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε</l><l n="49">Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,</l><l n="50">βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,</l><l n="51">πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·</l><l n="52">ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="53">ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε</l><l n="54">ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας</l><l n="55">ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.</l><l n="56">ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·</l><q type="unspecified"><l n="57"><milestone unit="para" ed="P"/>πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας
                     ἀπήνην</l><l n="58">ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι</l><l n="59">ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;</l><l n="60">καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα</l><l n="61">βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.</l><l n="62">πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,</l><l n="63">οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·</l><l n="64">οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες</l><l n="65">ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.</l></q><l n="66"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι</l><l n="67">πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·</l><q type="unspecified"><l n="68">οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.</l><l n="69">ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην</l><l n="70">ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.</l></q><l n="71"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.</l><l n="72">οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην</l><l n="73">ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·</l><l n="74">κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.</l><l n="75">καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,</l><l n="76">μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν</l><l n="77">παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν</l><l n="78">ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.</l><l n="79">δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,</l><l n="80">ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.</l><l n="81">ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,</l><l n="82">μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν.</l><l n="83">αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν,</l><l n="84">οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.</l><milestone n="85" unit="card" ed="p"/><l n="85"><milestone unit="para" ed="P"/>αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο,</l><l n="86">ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ</l><l n="87">καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,</l><l n="88">ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.</l><l n="89">καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα</l><l n="90">τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης</l><l n="91">εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,</l><l n="92">στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.</l><l n="93">αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,</l><l n="94">ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα</l><l n="95">λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.</l><l n="96">αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ</l><l n="97">δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,</l><l n="98">εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.</l><l n="99">αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,</l><l n="100">σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·</l><l n="101">τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.</l><l n="102">οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,</l><l n="103">ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,</l><l n="104">τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·</l><l n="105">τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,</l><l n="106">ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·</l><l n="107">πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>