<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.307-5.355</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.307-5.355</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><q type="unspecified"><l n="307">Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.</l><l n="308">ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν</l><l n="309">ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα</l><l n="310">Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.</l><l n="311">τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·</l><l n="312">νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.</l></q><milestone n="313" unit="card" ed="p"/><l n="313"><milestone unit="para" ed="P"/>ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης</l><l n="314">δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.</l><l n="315">τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ</l><l n="316">ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν</l><l n="317">δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,</l><l n="318">τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.</l><l n="319">τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθη</l><l n="320">αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς·</l><l n="321">εἵματα γάρ ῥʼ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.</l><l n="322">ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμην</l><l n="323">πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.</l><l n="324">ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,</l><l n="325">ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς,</l><l n="326">ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.</l><l n="327">τὴν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.</l><l n="328">ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας</l><l n="329">ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,</l><l n="330">ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα·</l><l n="331">ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,</l><l n="332">ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.</l><l n="333"><milestone unit="para" ed="P"/>τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,</l><l n="334">Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,</l><l n="335">νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.</l><l n="336">ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα,</l><l n="337">αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,</l><l n="338">ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·</l><q type="unspecified"><l n="339"><milestone unit="para" ed="P"/>κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων</l><l n="340">ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;</l><l n="341">οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.</l><l n="342">ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·</l><l n="343">εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι</l><l n="344">κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου</l><l n="345">γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.</l><l n="346">τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι</l><l n="347">ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.</l><l n="348">αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,</l><l n="349">ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον</l><l n="350">πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.</l></q><l n="351"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,</l><l n="352">αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα</l><l n="353">αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.</l><l n="354">αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="355">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>