<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.262-5.393</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.262-5.393</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="262"><milestone unit="para" ed="P"/>τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·</l><l n="263">τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ,</l><l n="264">εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.</l><l n="265">ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο</l><l n="266">τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα</l><l n="267">κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·</l><l n="268">οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.</l><l n="269">γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.</l><l n="270">αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως</l><l n="271">ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν</l><l n="272">Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην</l><l n="273">Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,</l><l n="274">ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,</l><l n="275">οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·</l><l n="276">τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,</l><l n="277">ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα.</l><l n="278">ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,</l><l n="279">ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα</l><l n="280">γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ·</l><l n="281">εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.</l><l n="282"><milestone unit="para" ed="P"/>τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων</l><l n="283">τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ</l><l n="284">πόντον ἐπιπλώων. ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον,</l><l n="285">κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·</l><q type="unspecified"><l n="286"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως</l><l n="287">ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος,</l><l n="288">καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα</l><l n="289">ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.</l><l n="290">ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.</l></q><l n="291"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον</l><l n="292">χερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλας</l><l n="293">παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε</l><l n="294">γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.</l><l n="295">σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς</l><l n="296">καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.</l><l n="297">καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,</l><l n="298">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q type="unspecified"><l n="299"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;</l><l n="300">δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,</l><l n="301">ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,</l><l n="302">ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.</l><l n="303">οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν</l><l n="304">Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι</l><l n="305">παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.</l><l n="306">τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο</l><l n="307">Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.</l><l n="308">ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν</l><l n="309">ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα</l><l n="310">Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.</l><l n="311">τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·</l><l n="312">νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.</l></q><milestone n="313" unit="card" ed="p"/><l n="313"><milestone unit="para" ed="P"/>ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης</l><l n="314">δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.</l><l n="315">τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ</l><l n="316">ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν</l><l n="317">δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,</l><l n="318">τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.</l><l n="319">τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθη</l><l n="320">αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς·</l><l n="321">εἵματα γάρ ῥʼ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.</l><l n="322">ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμην</l><l n="323">πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.</l><l n="324">ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,</l><l n="325">ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς,</l><l n="326">ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.</l><l n="327">τὴν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.</l><l n="328">ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας</l><l n="329">ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,</l><l n="330">ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα·</l><l n="331">ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,</l><l n="332">ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.</l><l n="333"><milestone unit="para" ed="P"/>τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,</l><l n="334">Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,</l><l n="335">νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.</l><l n="336">ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα,</l><l n="337">αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,</l><l n="338">ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·</l><q type="unspecified"><l n="339"><milestone unit="para" ed="P"/>κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων</l><l n="340">ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;</l><l n="341">οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.</l><l n="342">ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·</l><l n="343">εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι</l><l n="344">κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου</l><l n="345">γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.</l><l n="346">τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι</l><l n="347">ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.</l><l n="348">αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,</l><l n="349">ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον</l><l n="350">πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.</l></q><l n="351"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,</l><l n="352">αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα</l><l n="353">αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.</l><l n="354">αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="355">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q type="unspecified"><l n="356"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε</l><l n="357">ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.</l><l n="358">ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν</l><l n="359">γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.</l><l n="360">ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον·</l><l n="361">ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ,</l><l n="362">τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·</l><l n="363">αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,</l><l n="364">νήξομʼ, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.</l></q><milestone n="365" unit="card" ed="p"/><l n="365"><milestone unit="para" ed="P"/>ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="366">ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,</l><l n="367">δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.</l><l n="368">ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ</l><l n="369">καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ·</l><l n="370">ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς</l><l n="371">ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων,</l><l n="372">εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.</l><l n="373">αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,</l><l n="374">αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,</l><l n="375">νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,</l><l n="376">κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·</l><q type="unspecified"><l n="377"><milestone unit="para" ed="P"/>οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,</l><l n="378">εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.</l><l n="379">ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.</l></q><l n="380"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,</l><l n="381">ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.</l><l n="382"><milestone unit="para" ed="P"/>αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.</l><l n="383">ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,</l><l n="384">παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·</l><l n="385">ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν,</l><l n="386">ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη</l><l n="387">διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.</l><l n="388"><milestone unit="para" ed="P"/>ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ</l><l n="389">πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον.</l><l n="390">ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,</l><l n="391">καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη</l><l n="392">ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν</l><l n="393">ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>