<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.258-5.306</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.258-5.306</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="258">τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,</l><l n="259">ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά.</l><l n="260">ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ,</l><l n="261">μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.</l><milestone n="262" unit="card" ed="p"/><l n="262"><milestone unit="para" ed="P"/>τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·</l><l n="263">τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ,</l><l n="264">εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.</l><l n="265">ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο</l><l n="266">τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα</l><l n="267">κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·</l><l n="268">οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.</l><l n="269">γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.</l><l n="270">αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως</l><l n="271">ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν</l><l n="272">Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην</l><l n="273">Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,</l><l n="274">ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,</l><l n="275">οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·</l><l n="276">τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,</l><l n="277">ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα.</l><l n="278">ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,</l><l n="279">ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα</l><l n="280">γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ·</l><l n="281">εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.</l><l n="282"><milestone unit="para" ed="P"/>τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων</l><l n="283">τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ</l><l n="284">πόντον ἐπιπλώων. ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον,</l><l n="285">κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·</l><q type="unspecified"><l n="286"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως</l><l n="287">ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος,</l><l n="288">καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα</l><l n="289">ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.</l><l n="290">ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.</l></q><l n="291"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον</l><l n="292">χερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλας</l><l n="293">παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε</l><l n="294">γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.</l><l n="295">σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς</l><l n="296">καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.</l><l n="297">καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,</l><l n="298">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q type="unspecified"><l n="299"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;</l><l n="300">δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,</l><l n="301">ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,</l><l n="302">ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.</l><l n="303">οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν</l><l n="304">Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι</l><l n="305">παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.</l><l n="306">τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>