<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.255-5.270</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.255-5.270</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="255">πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.</l><l n="256">φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι</l><l n="257">κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.</l><l n="258">τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,</l><l n="259">ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά.</l><l n="260">ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ,</l><l n="261">μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.</l><milestone n="262" unit="card" ed="p"/><l n="262"><milestone unit="para" ed="P"/>τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·</l><l n="263">τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ,</l><l n="264">εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.</l><l n="265">ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο</l><l n="266">τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα</l><l n="267">κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·</l><l n="268">οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.</l><l n="269">γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.</l><l n="270">αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>