<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.245-5.260</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.245-5.260</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="245">ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.</l><l n="246">τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·</l><l n="247">τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,</l><l n="248">γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.</l><l n="249">ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ</l><l n="250">φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,</l><l n="251">τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.</l><l n="252">ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,</l><l n="253">ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.</l><l n="254">ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·</l><l n="255">πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.</l><l n="256">φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι</l><l n="257">κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.</l><l n="258">τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,</l><l n="259">ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά.</l><l n="260">ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>