<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.24-5.72</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.24-5.72</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><q type="unspecified"><l n="24">ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;</l><l n="25">Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,</l><l n="26">ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,</l><l n="27">μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.</l></q><l n="28"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="29">Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,</l><l n="30">νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,</l><l n="31">νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται</l><l n="32">οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·</l><l n="33">ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων</l><l n="34">ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,</l><l n="35">Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,</l><l n="36">οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,</l><l n="37">πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,</l><l n="38">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,</l><l n="39">πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,</l><l n="40">εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.</l><l n="41">ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="42">οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="43"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.</l><l n="44">αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,</l><l n="45">ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν</l><l n="46">ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.</l><l n="47">εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει,</l><l n="48">ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει.</l><l n="49">τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.</l><milestone n="50" unit="card" ed="p"/><l n="50">Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·</l><l n="51">σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,</l><l n="52">ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο</l><l n="53">ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·</l><l n="54">τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.</l><l n="55">ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν,</l><l n="56">ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε</l><l n="57">ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη</l><l n="58">ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.</l><l n="59">πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ</l><l n="60">κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει</l><l n="61">δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ</l><l n="62">ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.</l><l n="63">ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,</l><l n="64">κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.</l><l n="65">ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,</l><l n="66">σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι</l><l n="67">εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.</l><l n="68">ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο</l><l n="69">ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.</l><l n="70">κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,</l><l n="71">πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.</l><l n="72">ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>