<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.229-5.244</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.229-5.244</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="229">αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς,</l><l n="230">αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,</l><l n="231">λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ</l><l n="232">καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.</l><l n="233">καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·</l><l n="234">δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,</l><l n="235">χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ</l><l n="236">στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·</l><l n="237">δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο</l><l n="238">νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,</l><l n="239">κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης,</l><l n="240">αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.</l><l n="241">αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει,</l><l n="242">ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,</l><l n="243">αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.</l><l n="244">εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>