<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.224-5.260</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.224-5.260</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><q type="unspecified"><l n="224">κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.</l></q><l n="225"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας
                  ἦλθεν·</l><l n="226">ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο</l><l n="227">τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.</l><milestone n="228" unit="card" ed="p"/><l n="228"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="229">αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς,</l><l n="230">αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,</l><l n="231">λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ</l><l n="232">καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.</l><l n="233">καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·</l><l n="234">δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,</l><l n="235">χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ</l><l n="236">στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·</l><l n="237">δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο</l><l n="238">νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,</l><l n="239">κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης,</l><l n="240">αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.</l><l n="241">αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει,</l><l n="242">ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,</l><l n="243">αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.</l><l n="244">εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ,</l><l n="245">ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.</l><l n="246">τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·</l><l n="247">τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,</l><l n="248">γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.</l><l n="249">ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ</l><l n="250">φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,</l><l n="251">τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.</l><l n="252">ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,</l><l n="253">ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.</l><l n="254">ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·</l><l n="255">πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.</l><l n="256">φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι</l><l n="257">κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.</l><l n="258">τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,</l><l n="259">ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά.</l><l n="260">ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>