<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.217-5.291</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.217-5.291</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><q type="unspecified"><l n="217">εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·</l><l n="218">ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.</l><l n="219">ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα</l><l n="220">οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.</l><l n="221">εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,</l><l n="222">τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·</l><l n="223">ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα</l><l n="224">κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.</l></q><l n="225"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας
                  ἦλθεν·</l><l n="226">ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο</l><l n="227">τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.</l><milestone n="228" unit="card" ed="p"/><l n="228"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="229">αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς,</l><l n="230">αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,</l><l n="231">λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ</l><l n="232">καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.</l><l n="233">καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·</l><l n="234">δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,</l><l n="235">χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ</l><l n="236">στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·</l><l n="237">δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο</l><l n="238">νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,</l><l n="239">κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης,</l><l n="240">αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.</l><l n="241">αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει,</l><l n="242">ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,</l><l n="243">αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.</l><l n="244">εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ,</l><l n="245">ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.</l><l n="246">τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·</l><l n="247">τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,</l><l n="248">γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.</l><l n="249">ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ</l><l n="250">φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,</l><l n="251">τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.</l><l n="252">ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,</l><l n="253">ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.</l><l n="254">ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·</l><l n="255">πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.</l><l n="256">φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι</l><l n="257">κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.</l><l n="258">τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,</l><l n="259">ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά.</l><l n="260">ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ,</l><l n="261">μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.</l><milestone n="262" unit="card" ed="p"/><l n="262"><milestone unit="para" ed="P"/>τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·</l><l n="263">τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ,</l><l n="264">εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.</l><l n="265">ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο</l><l n="266">τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα</l><l n="267">κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·</l><l n="268">οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.</l><l n="269">γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.</l><l n="270">αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως</l><l n="271">ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν</l><l n="272">Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην</l><l n="273">Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,</l><l n="274">ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,</l><l n="275">οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·</l><l n="276">τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,</l><l n="277">ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα.</l><l n="278">ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,</l><l n="279">ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα</l><l n="280">γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ·</l><l n="281">εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.</l><l n="282"><milestone unit="para" ed="P"/>τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων</l><l n="283">τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ</l><l n="284">πόντον ἐπιπλώων. ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον,</l><l n="285">κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·</l><q type="unspecified"><l n="286"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως</l><l n="287">ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος,</l><l n="288">καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα</l><l n="289">ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.</l><l n="290">ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.</l></q><l n="291"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>