<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.2-5.38</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.2-5.38</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="2">ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·</l><l n="3">οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι</l><l n="4">Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.</l><l n="5">τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος</l><l n="6">μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·</l><q type="unspecified"><l n="7"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                     ἐόντες,</l><l n="8">μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω</l><l n="9">σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,</l><l n="10">ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·</l><l n="11">ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο</l><l n="12">λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.</l><l n="13">ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων</l><l n="14">νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ</l><l n="15">ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·</l><l n="16">οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="17">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="18">νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν</l><l n="19">οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν</l><l n="20">ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.</l></q><l n="21"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q type="unspecified"><l n="22">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.</l><l n="23">οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,</l><l n="24">ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;</l><l n="25">Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,</l><l n="26">ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,</l><l n="27">μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.</l></q><l n="28"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="29">Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,</l><l n="30">νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,</l><l n="31">νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται</l><l n="32">οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·</l><l n="33">ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων</l><l n="34">ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,</l><l n="35">Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,</l><l n="36">οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,</l><l n="37">πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,</l><l n="38">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>