<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.196-5.227</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.196-5.227</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="196">Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,</l><l n="197">ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·</l><l n="198">αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,</l><l n="199">τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.</l><l n="200">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="201">αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="202">τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·</l><q type="unspecified"><l n="203"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="204">οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν</l><l n="205">αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.</l><l n="206">εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα</l><l n="207">κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,</l><l n="208">ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις</l><l n="209">ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι</l><l n="210">σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.</l><l n="211">οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,</l><l n="212">οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν</l><l n="213">θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.</l></q><l n="214"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="215">πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς</l><l n="216">πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια</l><l n="217">εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·</l><l n="218">ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.</l><l n="219">ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα</l><l n="220">οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.</l><l n="221">εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,</l><l n="222">τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·</l><l n="223">ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα</l><l n="224">κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.</l></q><l n="225"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας
                  ἦλθεν·</l><l n="226">ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο</l><l n="227">τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>