<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.171-5.219</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.171-5.219</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="171"><milestone unit="para" ed="P"/>ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="172">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="173">ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,</l><l n="174">ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,</l><l n="175">δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι</l><l n="176">ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.</l><l n="177">οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,</l><l n="178">εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι</l><l n="179">μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.</l></q><l n="180"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,</l><l n="181">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="182">ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,</l><l n="183">οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.</l><l n="184">ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="185">καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος</l><l n="186">ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,</l><l n="187">μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.</l><l n="188">ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ</l><l n="189">αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·</l><l n="190">καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ</l><l n="191">θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.</l></q><milestone n="192" unit="card" ed="p"/><l n="192"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων</l><l n="193">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="194">ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,</l><l n="195">καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη</l><l n="196">Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,</l><l n="197">ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·</l><l n="198">αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,</l><l n="199">τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.</l><l n="200">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="201">αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="202">τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·</l><q type="unspecified"><l n="203"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="204">οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν</l><l n="205">αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.</l><l n="206">εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα</l><l n="207">κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,</l><l n="208">ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις</l><l n="209">ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι</l><l n="210">σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.</l><l n="211">οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,</l><l n="212">οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν</l><l n="213">θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.</l></q><l n="214"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="215">πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς</l><l n="216">πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια</l><l n="217">εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·</l><l n="218">ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.</l><l n="219">ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>