<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.164-5.195</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.164-5.195</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><q type="unspecified"><l n="164">ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.</l><l n="165">αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν</l><l n="166">ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι,</l><l n="167">εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,</l><l n="168">ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,</l><l n="169">αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="170">οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.</l></q><l n="171"><milestone unit="para" ed="P"/>ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="172">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="173">ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,</l><l n="174">ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,</l><l n="175">δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι</l><l n="176">ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.</l><l n="177">οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,</l><l n="178">εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι</l><l n="179">μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.</l></q><l n="180"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,</l><l n="181">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="182">ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,</l><l n="183">οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.</l><l n="184">ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="185">καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος</l><l n="186">ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,</l><l n="187">μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.</l><l n="188">ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ</l><l n="189">αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·</l><l n="190">καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ</l><l n="191">θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.</l></q><milestone n="192" unit="card" ed="p"/><l n="192"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων</l><l n="193">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="194">ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,</l><l n="195">καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>