<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.127-5.142</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.127-5.142</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><q type="unspecified"><l n="127">νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος</l><l n="128">Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.</l><l n="129">ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.</l><l n="130">τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα</l><l n="131">οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ</l><l n="132">Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.</l><l n="133">ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,</l><l n="134">τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.</l><l n="135">τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον</l><l n="136">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.</l><l n="137">ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο</l><l n="138">οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,</l><l n="139">ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,</l><l n="140">πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·</l><l n="141">οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="142">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>