<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.119-5.274</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.119-5.274</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><q type="unspecified"><l n="119">οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι</l><l n="120">ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.</l><l n="121">ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,</l><l n="122">τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,</l><l n="123">ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ</l><l n="124">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.</l><l n="125">ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,</l><l n="126">ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ</l><l n="127">νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος</l><l n="128">Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.</l><l n="129">ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.</l><l n="130">τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα</l><l n="131">οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ</l><l n="132">Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.</l><l n="133">ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,</l><l n="134">τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.</l><l n="135">τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον</l><l n="136">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.</l><l n="137">ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο</l><l n="138">οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,</l><l n="139">ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,</l><l n="140">πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·</l><l n="141">οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="142">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="143">αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,</l><l n="144">ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.</l></q><milestone n="145" unit="card" ed="p"/><l n="145"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q type="unspecified"><l n="146">οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,</l><l n="147">μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.</l></q><l n="148"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·</l><l n="149">ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη</l><l n="150">ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.</l><l n="151">τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε</l><l n="152">δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν</l><l n="153">νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.</l><l n="154">ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ</l><l n="155">ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ·</l><l n="156">ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων</l><l n="157">δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων</l><l n="158">πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.</l><l n="159">ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·</l><q type="unspecified"><l n="160"><milestone unit="para" ed="P"/>κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι
                     αἰὼν</l><l n="161">φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.</l><l n="162">ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ</l><l n="163">εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς</l><l n="164">ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.</l><l n="165">αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν</l><l n="166">ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι,</l><l n="167">εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,</l><l n="168">ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,</l><l n="169">αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="170">οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.</l></q><l n="171"><milestone unit="para" ed="P"/>ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="172">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="173">ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,</l><l n="174">ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,</l><l n="175">δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι</l><l n="176">ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.</l><l n="177">οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,</l><l n="178">εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι</l><l n="179">μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.</l></q><l n="180"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,</l><l n="181">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="182">ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,</l><l n="183">οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.</l><l n="184">ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="185">καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος</l><l n="186">ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,</l><l n="187">μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.</l><l n="188">ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ</l><l n="189">αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·</l><l n="190">καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ</l><l n="191">θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.</l></q><milestone n="192" unit="card" ed="p"/><l n="192"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων</l><l n="193">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="194">ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,</l><l n="195">καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη</l><l n="196">Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,</l><l n="197">ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·</l><l n="198">αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,</l><l n="199">τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.</l><l n="200">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="201">αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="202">τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·</l><q type="unspecified"><l n="203"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="204">οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν</l><l n="205">αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.</l><l n="206">εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα</l><l n="207">κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,</l><l n="208">ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις</l><l n="209">ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι</l><l n="210">σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.</l><l n="211">οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,</l><l n="212">οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν</l><l n="213">θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.</l></q><l n="214"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="215">πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς</l><l n="216">πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια</l><l n="217">εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·</l><l n="218">ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.</l><l n="219">ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα</l><l n="220">οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.</l><l n="221">εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,</l><l n="222">τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·</l><l n="223">ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα</l><l n="224">κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.</l></q><l n="225"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας
                  ἦλθεν·</l><l n="226">ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο</l><l n="227">τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.</l><milestone n="228" unit="card" ed="p"/><l n="228"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="229">αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς,</l><l n="230">αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,</l><l n="231">λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ</l><l n="232">καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.</l><l n="233">καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·</l><l n="234">δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,</l><l n="235">χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ</l><l n="236">στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·</l><l n="237">δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο</l><l n="238">νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,</l><l n="239">κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης,</l><l n="240">αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.</l><l n="241">αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει,</l><l n="242">ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,</l><l n="243">αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.</l><l n="244">εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ,</l><l n="245">ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.</l><l n="246">τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·</l><l n="247">τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,</l><l n="248">γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.</l><l n="249">ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ</l><l n="250">φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,</l><l n="251">τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.</l><l n="252">ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,</l><l n="253">ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.</l><l n="254">ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·</l><l n="255">πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.</l><l n="256">φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι</l><l n="257">κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.</l><l n="258">τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,</l><l n="259">ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά.</l><l n="260">ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ,</l><l n="261">μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.</l><milestone n="262" unit="card" ed="p"/><l n="262"><milestone unit="para" ed="P"/>τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·</l><l n="263">τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ,</l><l n="264">εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.</l><l n="265">ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο</l><l n="266">τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα</l><l n="267">κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·</l><l n="268">οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.</l><l n="269">γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.</l><l n="270">αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως</l><l n="271">ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν</l><l n="272">Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην</l><l n="273">Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,</l><l n="274">ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>