<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.113-5.149</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:5.113-5.149</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><q type="unspecified"><l n="113">οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,</l><l n="114">ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="115">οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="116"><milestone unit="para" ed="P"/>ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,</l><l n="117">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="118">σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,</l><l n="119">οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι</l><l n="120">ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.</l><l n="121">ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,</l><l n="122">τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,</l><l n="123">ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ</l><l n="124">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.</l><l n="125">ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,</l><l n="126">ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ</l><l n="127">νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος</l><l n="128">Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.</l><l n="129">ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.</l><l n="130">τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα</l><l n="131">οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ</l><l n="132">Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.</l><l n="133">ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,</l><l n="134">τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.</l><l n="135">τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον</l><l n="136">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.</l><l n="137">ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο</l><l n="138">οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,</l><l n="139">ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,</l><l n="140">πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·</l><l n="141">οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="142">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="143">αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,</l><l n="144">ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.</l></q><milestone n="145" unit="card" ed="p"/><l n="145"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q type="unspecified"><l n="146">οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,</l><l n="147">μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.</l></q><l n="148"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·</l><l n="149">ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>