<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.93-4.110</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.93-4.110</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="93">ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.</l><l n="94">καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν</l><l n="95">εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον</l><l n="96">εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.</l><l n="97">ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν</l><l n="98">ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο</l><l n="99">Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.</l><milestone n="100" unit="card" ed="p"/><l n="100">ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων</l><l n="101">πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν</l><l n="102">ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε</l><l n="103">παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.</l><l n="104">τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,</l><l n="105">ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν</l><l n="106">μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,</l><l n="107">ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν</l><l n="108">αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον</l><l n="109">κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,</l><l n="110">ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>