<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.822-5.23</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.822-5.23</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="822">δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,</l><l n="823">ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.</l></q><l n="824"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·</l><q type="unspecified"><l n="825">θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·</l><l n="826">τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι</l><l n="827">ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,</l><l n="828">Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·</l><l n="829">ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.</l></q><l n="830"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="831">εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,</l><l n="832">εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,</l><l n="833">ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,</l><l n="834">ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.</l></q><l n="835"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·</l><q type="unspecified"><l n="836">οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,</l><l n="837">ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.</l></q><l n="838"><milestone unit="para" ed="P"/>ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη</l><l n="839">ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε</l><l n="840">κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,</l><l n="841">ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.</l><l n="842"><milestone unit="para" ed="P"/>μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα</l><l n="843">Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.</l><l n="844">ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,</l><l n="845">μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,</l><l n="846">Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ</l><l n="847">ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.</l></div><div n="5" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο</l><l n="2">ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·</l><l n="3">οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι</l><l n="4">Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.</l><l n="5">τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος</l><l n="6">μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·</l><q type="unspecified"><l n="7"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                     ἐόντες,</l><l n="8">μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω</l><l n="9">σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,</l><l n="10">ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·</l><l n="11">ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο</l><l n="12">λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.</l><l n="13">ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων</l><l n="14">νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ</l><l n="15">ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·</l><l n="16">οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="17">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="18">νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν</l><l n="19">οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν</l><l n="20">ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.</l></q><l n="21"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q type="unspecified"><l n="22">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.</l><l n="23">οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>