<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.754-5.172</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.754-5.172</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="754">μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω</l><l n="755">πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο</l><l n="756">ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι</l><l n="757">δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.</l></q><milestone n="758" unit="card" ed="p"/><l n="758"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε
                  γόοιο.</l><l n="759">ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα</l><l n="760">εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,</l><l n="761">ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ·</l><q type="unspecified"><l n="762"><milestone unit="para" ed="P"/>κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,</l><l n="763">εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς</l><l n="764">ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε,</l><l n="765">τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,</l><l n="766">μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.</l></q><l n="767"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.</l><l n="768">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·</l><l n="769">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="770"><milestone unit="para" ed="P"/>ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια</l><l n="771">ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.</l></q><l n="772"><milestone unit="para" ed="P"/>ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.</l><l n="773">τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="774"><milestone unit="para" ed="P"/>δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε</l><l n="775">πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.</l><l n="776">ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν</l><l n="777">μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.</l></q><l n="778"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους,</l><l n="779">βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.</l><l n="780">νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,</l><l n="781">ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,</l><l n="782">ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,</l><l n="783">πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν·</l><l n="784">τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.</l><l n="785">ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·</l><l n="786">ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.</l><l n="787"><milestone unit="para" ed="P"/>ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια</l><l n="788">κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="789">ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,</l><l n="790">ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.</l><l n="791">ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ</l><l n="792">δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,</l><l n="793">τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·</l><l n="794">εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.</l><milestone n="795" unit="card" ed="p"/><l n="795"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·</l><l n="796">εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,</l><l n="797">Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,</l><l n="798">τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.</l><l n="799">πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,</l><l n="800">ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν</l><l n="801">παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.</l><l n="802">ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,</l><l n="803">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="804"><milestone unit="para" ed="P"/>εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;</l><l n="805">οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες</l><l n="806">κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι</l><l n="807">σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.</l></q><l n="808"><milestone unit="para" ed="P"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,</l><l n="809">ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·</l><q type="unspecified"><l n="810"><milestone unit="para" ed="P"/>τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος
                     γε</l><l n="811">πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·</l><l n="812">καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων</l><l n="813">πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="814">ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,</l><l n="815">παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,</l><l n="816">ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·</l><l n="817">νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,</l><l n="818">νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.</l><l n="819">τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου·</l><l n="820">τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,</l><l n="821">ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ·</l><l n="822">δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,</l><l n="823">ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.</l></q><l n="824"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·</l><q type="unspecified"><l n="825">θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·</l><l n="826">τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι</l><l n="827">ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,</l><l n="828">Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·</l><l n="829">ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.</l></q><l n="830"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="831">εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,</l><l n="832">εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,</l><l n="833">ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,</l><l n="834">ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.</l></q><l n="835"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·</l><q type="unspecified"><l n="836">οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,</l><l n="837">ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.</l></q><l n="838"><milestone unit="para" ed="P"/>ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη</l><l n="839">ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε</l><l n="840">κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,</l><l n="841">ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.</l><l n="842"><milestone unit="para" ed="P"/>μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα</l><l n="843">Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.</l><l n="844">ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,</l><l n="845">μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,</l><l n="846">Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ</l><l n="847">ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.</l></div><div n="5" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο</l><l n="2">ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·</l><l n="3">οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι</l><l n="4">Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.</l><l n="5">τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος</l><l n="6">μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·</l><q type="unspecified"><l n="7"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                     ἐόντες,</l><l n="8">μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω</l><l n="9">σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,</l><l n="10">ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·</l><l n="11">ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο</l><l n="12">λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.</l><l n="13">ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων</l><l n="14">νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ</l><l n="15">ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·</l><l n="16">οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="17">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="18">νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν</l><l n="19">οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν</l><l n="20">ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.</l></q><l n="21"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q type="unspecified"><l n="22">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.</l><l n="23">οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,</l><l n="24">ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;</l><l n="25">Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,</l><l n="26">ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,</l><l n="27">μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.</l></q><l n="28"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="29">Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,</l><l n="30">νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,</l><l n="31">νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται</l><l n="32">οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·</l><l n="33">ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων</l><l n="34">ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,</l><l n="35">Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,</l><l n="36">οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,</l><l n="37">πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,</l><l n="38">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,</l><l n="39">πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,</l><l n="40">εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.</l><l n="41">ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="42">οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="43"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.</l><l n="44">αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,</l><l n="45">ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν</l><l n="46">ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.</l><l n="47">εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει,</l><l n="48">ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει.</l><l n="49">τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.</l><milestone n="50" unit="card" ed="p"/><l n="50">Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·</l><l n="51">σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,</l><l n="52">ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο</l><l n="53">ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·</l><l n="54">τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.</l><l n="55">ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν,</l><l n="56">ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε</l><l n="57">ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη</l><l n="58">ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.</l><l n="59">πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ</l><l n="60">κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει</l><l n="61">δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ</l><l n="62">ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.</l><l n="63">ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,</l><l n="64">κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.</l><l n="65">ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,</l><l n="66">σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι</l><l n="67">εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.</l><l n="68">ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο</l><l n="69">ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.</l><l n="70">κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,</l><l n="71">πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.</l><l n="72">ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου</l><l n="73">θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν</l><l n="74">θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.</l><l n="75">ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.</l><l n="76">αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,</l><l n="77">αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην</l><l n="78">ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·</l><l n="79">οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται</l><l n="80">ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.</l><l n="81">οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,</l><l n="82">ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,</l><l n="83">δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.</l><l n="84">πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.</l><l n="85">Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,</l><l n="86">ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·</l><q type="unspecified"><l n="87"><milestone unit="para" ed="P"/>τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας</l><l n="88">αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.</l><l n="89">αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,</l><l n="90">εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.</l><l n="91">ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.</l></q><milestone n="92" unit="card" ed="p"/><l n="92"><milestone unit="para" ed="P"/>ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν</l><l n="93">ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.</l><l n="94">αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.</l><l n="95">αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,</l><l n="96">καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="97"><milestone unit="para" ed="P"/>εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι</l><l n="98">νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.</l><l n="99">Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·</l><l n="100">τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ</l><l n="101">ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν</l><l n="102">ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.</l><l n="103">ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο</l><l n="104">οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.</l><l n="105">φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,</l><l n="106">τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο</l><l n="107">εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν</l><l n="108">οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,</l><l n="109">ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.</l><l n="110">ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,</l><l n="111">τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.</l><l n="112">τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·</l><l n="113">οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,</l><l n="114">ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="115">οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="116"><milestone unit="para" ed="P"/>ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,</l><l n="117">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="118">σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,</l><l n="119">οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι</l><l n="120">ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.</l><l n="121">ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,</l><l n="122">τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,</l><l n="123">ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ</l><l n="124">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.</l><l n="125">ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,</l><l n="126">ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ</l><l n="127">νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος</l><l n="128">Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.</l><l n="129">ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.</l><l n="130">τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα</l><l n="131">οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ</l><l n="132">Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.</l><l n="133">ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,</l><l n="134">τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.</l><l n="135">τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον</l><l n="136">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.</l><l n="137">ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο</l><l n="138">οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,</l><l n="139">ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,</l><l n="140">πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·</l><l n="141">οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="142">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="143">αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,</l><l n="144">ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.</l></q><milestone n="145" unit="card" ed="p"/><l n="145"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q type="unspecified"><l n="146">οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,</l><l n="147">μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.</l></q><l n="148"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·</l><l n="149">ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη</l><l n="150">ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.</l><l n="151">τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε</l><l n="152">δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν</l><l n="153">νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.</l><l n="154">ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ</l><l n="155">ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ·</l><l n="156">ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων</l><l n="157">δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων</l><l n="158">πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.</l><l n="159">ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·</l><q type="unspecified"><l n="160"><milestone unit="para" ed="P"/>κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι
                     αἰὼν</l><l n="161">φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.</l><l n="162">ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ</l><l n="163">εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς</l><l n="164">ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.</l><l n="165">αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν</l><l n="166">ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι,</l><l n="167">εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,</l><l n="168">ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,</l><l n="169">αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="170">οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.</l></q><l n="171"><milestone unit="para" ed="P"/>ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="172">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>