<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.738-4.774</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.738-4.774</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="738">Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,</l><l n="739">εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας</l><l n="740">ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν</l><l n="741">ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.</l></q><l n="742"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="743">νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ</l><l n="744">ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.</l><l n="745">ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε,</l><l n="746">σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον</l><l n="747">μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι</l><l n="748">ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,</l><l n="749">ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.</l><l n="750">ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,</l><l n="751">εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="752">εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·</l><l n="753">ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.</l><l n="754">μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω</l><l n="755">πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο</l><l n="756">ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι</l><l n="757">δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.</l></q><milestone n="758" unit="card" ed="p"/><l n="758"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε
                  γόοιο.</l><l n="759">ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα</l><l n="760">εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,</l><l n="761">ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ·</l><q type="unspecified"><l n="762"><milestone unit="para" ed="P"/>κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,</l><l n="763">εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς</l><l n="764">ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε,</l><l n="765">τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,</l><l n="766">μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.</l></q><l n="767"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.</l><l n="768">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·</l><l n="769">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="770"><milestone unit="para" ed="P"/>ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια</l><l n="771">ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.</l></q><l n="772"><milestone unit="para" ed="P"/>ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.</l><l n="773">τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="774"><milestone unit="para" ed="P"/>δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>