<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.72-4.118</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.72-4.118</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="72">χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα</l><l n="73">χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.</l><l n="74">Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή,</l><l n="75">ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα.</l></q><l n="76"><milestone unit="para" ed="P"/>τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,</l><l n="77">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="78"><milestone unit="para" ed="P"/>τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις
                     ἐρίζοι·</l><l n="79">ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν·</l><l n="80">ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,</l><l n="81">κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς</l><l n="82">ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,</l><l n="83">Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,</l><l n="84">Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς</l><l n="85">καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.</l><l n="86">τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.</l><l n="87">ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν</l><l n="88">τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,</l><l n="89">ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.</l><l n="90">ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων</l><l n="91">ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν</l><l n="92">λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·</l><l n="93">ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.</l><l n="94">καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν</l><l n="95">εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον</l><l n="96">εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.</l><l n="97">ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν</l><l n="98">ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο</l><l n="99">Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.</l><milestone n="100" unit="card" ed="p"/><l n="100">ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων</l><l n="101">πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν</l><l n="102">ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε</l><l n="103">παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.</l><l n="104">τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,</l><l n="105">ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν</l><l n="106">μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,</l><l n="107">ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν</l><l n="108">αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον</l><l n="109">κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,</l><l n="110">ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν</l><l n="111">Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια</l><l n="112">Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.</l></q><l n="113"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε
                  γόοιο.</l><l n="114">δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,</l><l n="115">χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν</l><l n="116">ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,</l><l n="117">μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="118">ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>