<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.718-4.733</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.718-4.733</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><l n="718">ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο</l><l n="719">οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον</l><l n="720">πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί.</l><l n="721">τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·</l><q type="unspecified"><l n="722"><milestone unit="para" ed="P"/>κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ
                     ἔδωκεν</l><l n="723">ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·</l><l n="724">ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,</l><l n="725">παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,</l><l n="726">ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.</l><l n="727">νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι</l><l n="728">ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.</l><l n="729">σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη</l><l n="730">ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,</l><l n="731">ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.</l><l n="732">εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,</l><l n="733">τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>