<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.676-5.238</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.676-5.238</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><l n="676">μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·</l><l n="677">κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς</l><l n="678">αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.</l><l n="679">βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·</l><l n="680">τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·</l><q type="unspecified"><l n="681"><milestone unit="para" ed="P"/>κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;</l><l n="682">ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο</l><l n="683">ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;</l><l n="684">μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες</l><l n="685">ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·</l><l n="686">οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,</l><l n="687">κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν</l><l n="688">ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,</l><l n="689">οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,</l><l n="690">οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν</l><l n="691">ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·</l><l n="692">ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.</l><l n="693">κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.</l><l n="694">ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα</l><l n="695">φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.</l></q><l n="696"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·</l><q type="unspecified"><l n="697">αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.</l><l n="698">ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο</l><l n="699">μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·</l><l n="700">Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ</l><l n="701">οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν</l><l n="702">ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.</l></q><l n="703"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον
                  ἦτορ,</l><l n="704">δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε</l><l n="705">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="706">ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·</l><q type="unspecified"><l n="707"><milestone unit="para" ed="P"/>κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν
                     χρεὼ</l><l n="708">νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι</l><l n="709">ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν.</l><l n="710">ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;</l></q><l n="711"><milestone unit="para" ed="P"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·</l><q type="unspecified"><l n="712">οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ</l><l n="713">θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται</l><l n="714">πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.</l></q><milestone n="715" unit="card" ed="p"/><l n="715"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος.</l><l n="716">τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη</l><l n="717">δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,</l><l n="718">ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο</l><l n="719">οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον</l><l n="720">πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί.</l><l n="721">τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·</l><q type="unspecified"><l n="722"><milestone unit="para" ed="P"/>κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ
                     ἔδωκεν</l><l n="723">ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·</l><l n="724">ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,</l><l n="725">παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,</l><l n="726">ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.</l><l n="727">νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι</l><l n="728">ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.</l><l n="729">σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη</l><l n="730">ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,</l><l n="731">ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.</l><l n="732">εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,</l><l n="733">τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,</l><l n="734">ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.</l><l n="735">ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,</l><l n="736">δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,</l><l n="737">καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα</l><l n="738">Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,</l><l n="739">εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας</l><l n="740">ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν</l><l n="741">ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.</l></q><l n="742"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="743">νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ</l><l n="744">ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.</l><l n="745">ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε,</l><l n="746">σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον</l><l n="747">μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι</l><l n="748">ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,</l><l n="749">ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.</l><l n="750">ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,</l><l n="751">εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="752">εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·</l><l n="753">ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.</l><l n="754">μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω</l><l n="755">πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο</l><l n="756">ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι</l><l n="757">δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.</l></q><milestone n="758" unit="card" ed="p"/><l n="758"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε
                  γόοιο.</l><l n="759">ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα</l><l n="760">εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,</l><l n="761">ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ·</l><q type="unspecified"><l n="762"><milestone unit="para" ed="P"/>κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,</l><l n="763">εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς</l><l n="764">ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε,</l><l n="765">τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,</l><l n="766">μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.</l></q><l n="767"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.</l><l n="768">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·</l><l n="769">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="770"><milestone unit="para" ed="P"/>ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια</l><l n="771">ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.</l></q><l n="772"><milestone unit="para" ed="P"/>ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.</l><l n="773">τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="774"><milestone unit="para" ed="P"/>δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε</l><l n="775">πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.</l><l n="776">ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν</l><l n="777">μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.</l></q><l n="778"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους,</l><l n="779">βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.</l><l n="780">νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,</l><l n="781">ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,</l><l n="782">ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,</l><l n="783">πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν·</l><l n="784">τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.</l><l n="785">ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·</l><l n="786">ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.</l><l n="787"><milestone unit="para" ed="P"/>ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια</l><l n="788">κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="789">ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,</l><l n="790">ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.</l><l n="791">ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ</l><l n="792">δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,</l><l n="793">τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·</l><l n="794">εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.</l><milestone n="795" unit="card" ed="p"/><l n="795"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·</l><l n="796">εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,</l><l n="797">Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,</l><l n="798">τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.</l><l n="799">πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,</l><l n="800">ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν</l><l n="801">παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.</l><l n="802">ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,</l><l n="803">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="804"><milestone unit="para" ed="P"/>εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;</l><l n="805">οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες</l><l n="806">κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι</l><l n="807">σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.</l></q><l n="808"><milestone unit="para" ed="P"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,</l><l n="809">ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·</l><q type="unspecified"><l n="810"><milestone unit="para" ed="P"/>τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος
                     γε</l><l n="811">πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·</l><l n="812">καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων</l><l n="813">πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="814">ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,</l><l n="815">παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,</l><l n="816">ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·</l><l n="817">νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,</l><l n="818">νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.</l><l n="819">τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου·</l><l n="820">τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,</l><l n="821">ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ·</l><l n="822">δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,</l><l n="823">ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.</l></q><l n="824"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·</l><q type="unspecified"><l n="825">θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·</l><l n="826">τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι</l><l n="827">ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,</l><l n="828">Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·</l><l n="829">ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.</l></q><l n="830"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="831">εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,</l><l n="832">εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,</l><l n="833">ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,</l><l n="834">ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.</l></q><l n="835"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·</l><q type="unspecified"><l n="836">οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,</l><l n="837">ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.</l></q><l n="838"><milestone unit="para" ed="P"/>ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη</l><l n="839">ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε</l><l n="840">κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,</l><l n="841">ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.</l><l n="842"><milestone unit="para" ed="P"/>μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα</l><l n="843">Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.</l><l n="844">ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,</l><l n="845">μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,</l><l n="846">Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ</l><l n="847">ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.</l></div><div n="5" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο</l><l n="2">ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·</l><l n="3">οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι</l><l n="4">Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.</l><l n="5">τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος</l><l n="6">μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·</l><q type="unspecified"><l n="7"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                     ἐόντες,</l><l n="8">μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω</l><l n="9">σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,</l><l n="10">ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·</l><l n="11">ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο</l><l n="12">λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.</l><l n="13">ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων</l><l n="14">νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ</l><l n="15">ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·</l><l n="16">οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="17">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="18">νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν</l><l n="19">οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν</l><l n="20">ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.</l></q><l n="21"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q type="unspecified"><l n="22">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.</l><l n="23">οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,</l><l n="24">ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;</l><l n="25">Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,</l><l n="26">ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,</l><l n="27">μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.</l></q><l n="28"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="29">Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,</l><l n="30">νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,</l><l n="31">νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται</l><l n="32">οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·</l><l n="33">ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων</l><l n="34">ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,</l><l n="35">Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,</l><l n="36">οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,</l><l n="37">πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,</l><l n="38">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,</l><l n="39">πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,</l><l n="40">εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.</l><l n="41">ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="42">οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="43"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.</l><l n="44">αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,</l><l n="45">ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν</l><l n="46">ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.</l><l n="47">εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει,</l><l n="48">ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει.</l><l n="49">τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.</l><milestone n="50" unit="card" ed="p"/><l n="50">Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·</l><l n="51">σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,</l><l n="52">ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο</l><l n="53">ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·</l><l n="54">τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.</l><l n="55">ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν,</l><l n="56">ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε</l><l n="57">ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη</l><l n="58">ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.</l><l n="59">πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ</l><l n="60">κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει</l><l n="61">δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ</l><l n="62">ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.</l><l n="63">ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,</l><l n="64">κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.</l><l n="65">ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,</l><l n="66">σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι</l><l n="67">εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.</l><l n="68">ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο</l><l n="69">ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.</l><l n="70">κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,</l><l n="71">πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.</l><l n="72">ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου</l><l n="73">θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν</l><l n="74">θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.</l><l n="75">ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.</l><l n="76">αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,</l><l n="77">αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην</l><l n="78">ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·</l><l n="79">οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται</l><l n="80">ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.</l><l n="81">οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,</l><l n="82">ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,</l><l n="83">δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.</l><l n="84">πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.</l><l n="85">Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,</l><l n="86">ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·</l><q type="unspecified"><l n="87"><milestone unit="para" ed="P"/>τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας</l><l n="88">αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.</l><l n="89">αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,</l><l n="90">εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.</l><l n="91">ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.</l></q><milestone n="92" unit="card" ed="p"/><l n="92"><milestone unit="para" ed="P"/>ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν</l><l n="93">ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.</l><l n="94">αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.</l><l n="95">αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,</l><l n="96">καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="97"><milestone unit="para" ed="P"/>εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι</l><l n="98">νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.</l><l n="99">Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·</l><l n="100">τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ</l><l n="101">ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν</l><l n="102">ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.</l><l n="103">ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο</l><l n="104">οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.</l><l n="105">φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,</l><l n="106">τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο</l><l n="107">εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν</l><l n="108">οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,</l><l n="109">ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.</l><l n="110">ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,</l><l n="111">τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.</l><l n="112">τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·</l><l n="113">οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,</l><l n="114">ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="115">οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="116"><milestone unit="para" ed="P"/>ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,</l><l n="117">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="118">σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,</l><l n="119">οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι</l><l n="120">ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.</l><l n="121">ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,</l><l n="122">τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,</l><l n="123">ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ</l><l n="124">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.</l><l n="125">ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,</l><l n="126">ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ</l><l n="127">νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος</l><l n="128">Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.</l><l n="129">ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.</l><l n="130">τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα</l><l n="131">οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ</l><l n="132">Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.</l><l n="133">ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,</l><l n="134">τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.</l><l n="135">τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον</l><l n="136">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.</l><l n="137">ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο</l><l n="138">οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,</l><l n="139">ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,</l><l n="140">πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·</l><l n="141">οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="142">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="143">αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,</l><l n="144">ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.</l></q><milestone n="145" unit="card" ed="p"/><l n="145"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q type="unspecified"><l n="146">οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,</l><l n="147">μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.</l></q><l n="148"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·</l><l n="149">ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη</l><l n="150">ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.</l><l n="151">τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε</l><l n="152">δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν</l><l n="153">νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.</l><l n="154">ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ</l><l n="155">ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ·</l><l n="156">ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων</l><l n="157">δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων</l><l n="158">πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.</l><l n="159">ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·</l><q type="unspecified"><l n="160"><milestone unit="para" ed="P"/>κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι
                     αἰὼν</l><l n="161">φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.</l><l n="162">ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ</l><l n="163">εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς</l><l n="164">ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.</l><l n="165">αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν</l><l n="166">ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι,</l><l n="167">εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,</l><l n="168">ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,</l><l n="169">αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="170">οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.</l></q><l n="171"><milestone unit="para" ed="P"/>ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="172">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="173">ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,</l><l n="174">ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,</l><l n="175">δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι</l><l n="176">ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.</l><l n="177">οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,</l><l n="178">εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι</l><l n="179">μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.</l></q><l n="180"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,</l><l n="181">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="182">ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,</l><l n="183">οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.</l><l n="184">ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="185">καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος</l><l n="186">ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,</l><l n="187">μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.</l><l n="188">ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ</l><l n="189">αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·</l><l n="190">καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ</l><l n="191">θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.</l></q><milestone n="192" unit="card" ed="p"/><l n="192"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων</l><l n="193">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="194">ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,</l><l n="195">καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη</l><l n="196">Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,</l><l n="197">ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·</l><l n="198">αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,</l><l n="199">τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.</l><l n="200">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="201">αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="202">τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·</l><q type="unspecified"><l n="203"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="204">οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν</l><l n="205">αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.</l><l n="206">εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα</l><l n="207">κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,</l><l n="208">ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις</l><l n="209">ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι</l><l n="210">σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.</l><l n="211">οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,</l><l n="212">οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν</l><l n="213">θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.</l></q><l n="214"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="215">πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς</l><l n="216">πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια</l><l n="217">εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·</l><l n="218">ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.</l><l n="219">ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα</l><l n="220">οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.</l><l n="221">εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,</l><l n="222">τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·</l><l n="223">ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα</l><l n="224">κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.</l></q><l n="225"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας
                  ἦλθεν·</l><l n="226">ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο</l><l n="227">τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.</l><milestone n="228" unit="card" ed="p"/><l n="228"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="229">αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς,</l><l n="230">αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,</l><l n="231">λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ</l><l n="232">καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.</l><l n="233">καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·</l><l n="234">δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,</l><l n="235">χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ</l><l n="236">στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·</l><l n="237">δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο</l><l n="238">νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>