<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.664-4.700</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.664-4.700</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="664">Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.</l><l n="665">ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως</l><l n="666">νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.</l><l n="667">ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ</l><l n="668">Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.</l><l n="669">ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,</l><l n="670">ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω</l><l n="671">ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,</l><l n="672">ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.</l></q><l n="673"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ
                  ἐκέλευον.</l><l n="674">αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.</l><milestone n="675" unit="card" ed="p"/><l n="675"><milestone unit="para" ed="P"/>οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος</l><l n="676">μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·</l><l n="677">κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς</l><l n="678">αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.</l><l n="679">βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·</l><l n="680">τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·</l><q type="unspecified"><l n="681"><milestone unit="para" ed="P"/>κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;</l><l n="682">ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο</l><l n="683">ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;</l><l n="684">μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες</l><l n="685">ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·</l><l n="686">οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,</l><l n="687">κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν</l><l n="688">ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,</l><l n="689">οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,</l><l n="690">οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν</l><l n="691">ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·</l><l n="692">ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.</l><l n="693">κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.</l><l n="694">ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα</l><l n="695">φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.</l></q><l n="696"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·</l><q type="unspecified"><l n="697">αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.</l><l n="698">ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο</l><l n="699">μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·</l><l n="700">Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>