<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.638-4.681</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.638-4.681</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><l n="638"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ
                  ἔφαντο</l><l n="639">ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ</l><l n="640">ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.</l><l n="641"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="642">νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ</l><l n="643">κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ</l><l n="644">θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.</l><l n="645">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,</l><l n="646">ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,</l><l n="647">ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.</l></q><l n="648"><milestone unit="para" ed="P"/>τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="649">αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,</l><l n="650">ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ</l><l n="651">αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.</l><l n="652">κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,</l><l n="653">οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα</l><l n="654">Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.</l><l n="655">ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον</l><l n="656">χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.</l></q><l n="657"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,</l><l n="658">τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.</l><l n="659">μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.</l><l n="660">τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,</l><l n="661">ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι</l><l n="662">πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·</l><q type="unspecified"><l n="663"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη</l><l n="664">Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.</l><l n="665">ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως</l><l n="666">νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.</l><l n="667">ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ</l><l n="668">Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.</l><l n="669">ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,</l><l n="670">ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω</l><l n="671">ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,</l><l n="672">ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.</l></q><l n="673"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ
                  ἐκέλευον.</l><l n="674">αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.</l><milestone n="675" unit="card" ed="p"/><l n="675"><milestone unit="para" ed="P"/>οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος</l><l n="676">μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·</l><l n="677">κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς</l><l n="678">αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.</l><l n="679">βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·</l><l n="680">τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·</l><q type="unspecified"><l n="681"><milestone unit="para" ed="P"/>κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>