<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.602-4.753</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.602-4.753</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="602">ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις</l><l n="603">εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον</l><l n="604">πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.</l><l n="605">ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·</l><l n="606">αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.</l><l n="607">οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων,</l><l n="608">αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.</l></q><l n="609"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="610">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="611"><milestone unit="para" ed="P"/>αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ
                     ἀγορεύεις·</l><l n="612">τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.</l><l n="613">δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,</l><l n="614">δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν·</l><l n="615">δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ</l><l n="616">ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,</l><l n="617">ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,</l><l n="618">Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε</l><l n="619">κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.</l></q><l n="620"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="621">δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος.</l><l n="622">οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον·</l><l n="623">σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.</l><l n="624">ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.</l><milestone n="625" unit="card" ed="p"/><l n="625">μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο</l><l n="626">δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες</l><l n="627">ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.</l><l n="628">Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,</l><l n="629">ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.</l><l n="630">τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν</l><l n="631">Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·</l><q type="unspecified"><l n="632"><milestone unit="para" ed="P"/>Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ
                     οὐκί,</l><l n="633">ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος;</l><l n="634">νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς</l><l n="635">Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι</l><l n="636">δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ</l><l n="637">ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.</l></q><l n="638"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ
                  ἔφαντο</l><l n="639">ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ</l><l n="640">ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.</l><l n="641"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="642">νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ</l><l n="643">κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ</l><l n="644">θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.</l><l n="645">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,</l><l n="646">ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,</l><l n="647">ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.</l></q><l n="648"><milestone unit="para" ed="P"/>τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="649">αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,</l><l n="650">ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ</l><l n="651">αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.</l><l n="652">κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,</l><l n="653">οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα</l><l n="654">Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.</l><l n="655">ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον</l><l n="656">χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.</l></q><l n="657"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,</l><l n="658">τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.</l><l n="659">μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.</l><l n="660">τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,</l><l n="661">ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι</l><l n="662">πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·</l><q type="unspecified"><l n="663"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη</l><l n="664">Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.</l><l n="665">ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως</l><l n="666">νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.</l><l n="667">ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ</l><l n="668">Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.</l><l n="669">ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,</l><l n="670">ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω</l><l n="671">ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,</l><l n="672">ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.</l></q><l n="673"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ
                  ἐκέλευον.</l><l n="674">αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.</l><milestone n="675" unit="card" ed="p"/><l n="675"><milestone unit="para" ed="P"/>οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος</l><l n="676">μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·</l><l n="677">κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς</l><l n="678">αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.</l><l n="679">βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·</l><l n="680">τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·</l><q type="unspecified"><l n="681"><milestone unit="para" ed="P"/>κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;</l><l n="682">ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο</l><l n="683">ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;</l><l n="684">μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες</l><l n="685">ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·</l><l n="686">οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,</l><l n="687">κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν</l><l n="688">ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,</l><l n="689">οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,</l><l n="690">οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν</l><l n="691">ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·</l><l n="692">ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.</l><l n="693">κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.</l><l n="694">ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα</l><l n="695">φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.</l></q><l n="696"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·</l><q type="unspecified"><l n="697">αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.</l><l n="698">ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο</l><l n="699">μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·</l><l n="700">Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ</l><l n="701">οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν</l><l n="702">ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.</l></q><l n="703"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον
                  ἦτορ,</l><l n="704">δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε</l><l n="705">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="706">ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·</l><q type="unspecified"><l n="707"><milestone unit="para" ed="P"/>κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν
                     χρεὼ</l><l n="708">νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι</l><l n="709">ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν.</l><l n="710">ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;</l></q><l n="711"><milestone unit="para" ed="P"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·</l><q type="unspecified"><l n="712">οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ</l><l n="713">θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται</l><l n="714">πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.</l></q><milestone n="715" unit="card" ed="p"/><l n="715"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος.</l><l n="716">τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη</l><l n="717">δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,</l><l n="718">ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο</l><l n="719">οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον</l><l n="720">πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί.</l><l n="721">τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·</l><q type="unspecified"><l n="722"><milestone unit="para" ed="P"/>κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ
                     ἔδωκεν</l><l n="723">ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·</l><l n="724">ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,</l><l n="725">παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,</l><l n="726">ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.</l><l n="727">νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι</l><l n="728">ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.</l><l n="729">σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη</l><l n="730">ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,</l><l n="731">ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.</l><l n="732">εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,</l><l n="733">τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,</l><l n="734">ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.</l><l n="735">ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,</l><l n="736">δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,</l><l n="737">καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα</l><l n="738">Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,</l><l n="739">εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας</l><l n="740">ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν</l><l n="741">ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.</l></q><l n="742"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="743">νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ</l><l n="744">ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.</l><l n="745">ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε,</l><l n="746">σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον</l><l n="747">μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι</l><l n="748">ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,</l><l n="749">ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.</l><l n="750">ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,</l><l n="751">εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="752">εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·</l><l n="753">ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>