<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.596-4.611</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.596-4.611</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="596">ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·</l><l n="597">αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων</l><l n="598">τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι</l><l n="599">ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.</l><l n="600">δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·</l><l n="601">ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ</l><l n="602">ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις</l><l n="603">εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον</l><l n="604">πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.</l><l n="605">ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·</l><l n="606">αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.</l><l n="607">οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων,</l><l n="608">αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.</l></q><l n="609"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="610">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="611"><milestone unit="para" ed="P"/>αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ
                     ἀγορεύεις·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>