<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.574-4.589</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.574-4.589</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="574">δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,</l><l n="575">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="576">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="577">νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,</l><l n="578">ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,</l><l n="579">ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·</l><l n="580">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="581">ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο</l><l n="582">στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.</l><l n="583">αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,</l><l n="584">χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.</l><l n="585">ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον</l><l n="586">ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.</l><l n="587">ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,</l><l n="588">ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·</l><l n="589">καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>