<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.566-5.106</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.566-5.106</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="566">οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,</l><l n="567">ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας</l><l n="568">Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·</l><l n="569">οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.</l></q><l n="570">ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.</l><l n="571">αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν</l><l n="572">ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.</l><l n="573">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,</l><l n="574">δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,</l><l n="575">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="576">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="577">νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,</l><l n="578">ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,</l><l n="579">ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·</l><l n="580">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="581">ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο</l><l n="582">στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.</l><l n="583">αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,</l><l n="584">χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.</l><l n="585">ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον</l><l n="586">ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.</l><l n="587">ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,</l><l n="588">ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·</l><l n="589">καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,</l><l n="590">τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα</l><l n="591">δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν</l><l n="592">ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.</l></q><milestone n="593" unit="card" ed="p"/><l n="593"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="594">Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.</l><l n="595">καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην</l><l n="596">ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·</l><l n="597">αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων</l><l n="598">τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι</l><l n="599">ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.</l><l n="600">δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·</l><l n="601">ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ</l><l n="602">ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις</l><l n="603">εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον</l><l n="604">πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.</l><l n="605">ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·</l><l n="606">αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.</l><l n="607">οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων,</l><l n="608">αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.</l></q><l n="609"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="610">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="611"><milestone unit="para" ed="P"/>αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ
                     ἀγορεύεις·</l><l n="612">τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.</l><l n="613">δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,</l><l n="614">δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν·</l><l n="615">δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ</l><l n="616">ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,</l><l n="617">ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,</l><l n="618">Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε</l><l n="619">κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.</l></q><l n="620"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="621">δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος.</l><l n="622">οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον·</l><l n="623">σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.</l><l n="624">ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.</l><milestone n="625" unit="card" ed="p"/><l n="625">μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο</l><l n="626">δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες</l><l n="627">ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.</l><l n="628">Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,</l><l n="629">ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.</l><l n="630">τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν</l><l n="631">Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·</l><q type="unspecified"><l n="632"><milestone unit="para" ed="P"/>Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ
                     οὐκί,</l><l n="633">ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος;</l><l n="634">νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς</l><l n="635">Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι</l><l n="636">δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ</l><l n="637">ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.</l></q><l n="638"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ
                  ἔφαντο</l><l n="639">ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ</l><l n="640">ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.</l><l n="641"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="642">νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ</l><l n="643">κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ</l><l n="644">θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.</l><l n="645">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,</l><l n="646">ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,</l><l n="647">ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.</l></q><l n="648"><milestone unit="para" ed="P"/>τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="649">αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,</l><l n="650">ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ</l><l n="651">αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.</l><l n="652">κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,</l><l n="653">οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα</l><l n="654">Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.</l><l n="655">ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον</l><l n="656">χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.</l></q><l n="657"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,</l><l n="658">τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.</l><l n="659">μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.</l><l n="660">τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,</l><l n="661">ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι</l><l n="662">πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·</l><q type="unspecified"><l n="663"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη</l><l n="664">Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.</l><l n="665">ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως</l><l n="666">νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.</l><l n="667">ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ</l><l n="668">Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.</l><l n="669">ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,</l><l n="670">ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω</l><l n="671">ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,</l><l n="672">ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.</l></q><l n="673"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ
                  ἐκέλευον.</l><l n="674">αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.</l><milestone n="675" unit="card" ed="p"/><l n="675"><milestone unit="para" ed="P"/>οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος</l><l n="676">μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·</l><l n="677">κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς</l><l n="678">αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.</l><l n="679">βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·</l><l n="680">τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·</l><q type="unspecified"><l n="681"><milestone unit="para" ed="P"/>κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;</l><l n="682">ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο</l><l n="683">ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;</l><l n="684">μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες</l><l n="685">ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·</l><l n="686">οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,</l><l n="687">κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν</l><l n="688">ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,</l><l n="689">οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,</l><l n="690">οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν</l><l n="691">ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·</l><l n="692">ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.</l><l n="693">κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.</l><l n="694">ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα</l><l n="695">φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.</l></q><l n="696"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·</l><q type="unspecified"><l n="697">αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.</l><l n="698">ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο</l><l n="699">μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·</l><l n="700">Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ</l><l n="701">οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν</l><l n="702">ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.</l></q><l n="703"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον
                  ἦτορ,</l><l n="704">δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε</l><l n="705">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="706">ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·</l><q type="unspecified"><l n="707"><milestone unit="para" ed="P"/>κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν
                     χρεὼ</l><l n="708">νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι</l><l n="709">ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν.</l><l n="710">ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;</l></q><l n="711"><milestone unit="para" ed="P"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·</l><q type="unspecified"><l n="712">οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ</l><l n="713">θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται</l><l n="714">πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.</l></q><milestone n="715" unit="card" ed="p"/><l n="715"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος.</l><l n="716">τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη</l><l n="717">δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,</l><l n="718">ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο</l><l n="719">οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον</l><l n="720">πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί.</l><l n="721">τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·</l><q type="unspecified"><l n="722"><milestone unit="para" ed="P"/>κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ
                     ἔδωκεν</l><l n="723">ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·</l><l n="724">ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,</l><l n="725">παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,</l><l n="726">ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.</l><l n="727">νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι</l><l n="728">ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.</l><l n="729">σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη</l><l n="730">ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,</l><l n="731">ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.</l><l n="732">εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,</l><l n="733">τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,</l><l n="734">ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.</l><l n="735">ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,</l><l n="736">δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,</l><l n="737">καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα</l><l n="738">Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,</l><l n="739">εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας</l><l n="740">ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν</l><l n="741">ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.</l></q><l n="742"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="743">νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ</l><l n="744">ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.</l><l n="745">ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε,</l><l n="746">σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον</l><l n="747">μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι</l><l n="748">ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,</l><l n="749">ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.</l><l n="750">ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,</l><l n="751">εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="752">εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·</l><l n="753">ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.</l><l n="754">μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω</l><l n="755">πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο</l><l n="756">ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι</l><l n="757">δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.</l></q><milestone n="758" unit="card" ed="p"/><l n="758"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε
                  γόοιο.</l><l n="759">ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα</l><l n="760">εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,</l><l n="761">ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ·</l><q type="unspecified"><l n="762"><milestone unit="para" ed="P"/>κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,</l><l n="763">εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς</l><l n="764">ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε,</l><l n="765">τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,</l><l n="766">μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.</l></q><l n="767"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.</l><l n="768">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·</l><l n="769">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="770"><milestone unit="para" ed="P"/>ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια</l><l n="771">ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.</l></q><l n="772"><milestone unit="para" ed="P"/>ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.</l><l n="773">τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="774"><milestone unit="para" ed="P"/>δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε</l><l n="775">πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.</l><l n="776">ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν</l><l n="777">μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.</l></q><l n="778"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους,</l><l n="779">βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.</l><l n="780">νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,</l><l n="781">ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,</l><l n="782">ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,</l><l n="783">πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν·</l><l n="784">τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.</l><l n="785">ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·</l><l n="786">ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.</l><l n="787"><milestone unit="para" ed="P"/>ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια</l><l n="788">κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="789">ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,</l><l n="790">ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.</l><l n="791">ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ</l><l n="792">δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,</l><l n="793">τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·</l><l n="794">εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.</l><milestone n="795" unit="card" ed="p"/><l n="795"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·</l><l n="796">εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,</l><l n="797">Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,</l><l n="798">τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.</l><l n="799">πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,</l><l n="800">ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν</l><l n="801">παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.</l><l n="802">ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,</l><l n="803">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="804"><milestone unit="para" ed="P"/>εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;</l><l n="805">οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες</l><l n="806">κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι</l><l n="807">σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.</l></q><l n="808"><milestone unit="para" ed="P"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,</l><l n="809">ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·</l><q type="unspecified"><l n="810"><milestone unit="para" ed="P"/>τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος
                     γε</l><l n="811">πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·</l><l n="812">καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων</l><l n="813">πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="814">ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,</l><l n="815">παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,</l><l n="816">ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·</l><l n="817">νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,</l><l n="818">νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.</l><l n="819">τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου·</l><l n="820">τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,</l><l n="821">ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ·</l><l n="822">δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,</l><l n="823">ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.</l></q><l n="824"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·</l><q type="unspecified"><l n="825">θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·</l><l n="826">τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι</l><l n="827">ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,</l><l n="828">Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·</l><l n="829">ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.</l></q><l n="830"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="831">εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,</l><l n="832">εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,</l><l n="833">ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,</l><l n="834">ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.</l></q><l n="835"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·</l><q type="unspecified"><l n="836">οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,</l><l n="837">ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.</l></q><l n="838"><milestone unit="para" ed="P"/>ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη</l><l n="839">ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε</l><l n="840">κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,</l><l n="841">ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.</l><l n="842"><milestone unit="para" ed="P"/>μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα</l><l n="843">Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.</l><l n="844">ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,</l><l n="845">μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,</l><l n="846">Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ</l><l n="847">ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.</l></div><div n="5" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο</l><l n="2">ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·</l><l n="3">οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι</l><l n="4">Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.</l><l n="5">τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος</l><l n="6">μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·</l><q type="unspecified"><l n="7"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                     ἐόντες,</l><l n="8">μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω</l><l n="9">σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,</l><l n="10">ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·</l><l n="11">ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο</l><l n="12">λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.</l><l n="13">ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων</l><l n="14">νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ</l><l n="15">ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·</l><l n="16">οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="17">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="18">νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν</l><l n="19">οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν</l><l n="20">ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.</l></q><l n="21"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q type="unspecified"><l n="22">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.</l><l n="23">οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,</l><l n="24">ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;</l><l n="25">Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,</l><l n="26">ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,</l><l n="27">μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.</l></q><l n="28"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="29">Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,</l><l n="30">νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,</l><l n="31">νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται</l><l n="32">οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·</l><l n="33">ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων</l><l n="34">ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,</l><l n="35">Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,</l><l n="36">οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,</l><l n="37">πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,</l><l n="38">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,</l><l n="39">πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,</l><l n="40">εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.</l><l n="41">ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="42">οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="43"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.</l><l n="44">αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,</l><l n="45">ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν</l><l n="46">ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.</l><l n="47">εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει,</l><l n="48">ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει.</l><l n="49">τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.</l><milestone n="50" unit="card" ed="p"/><l n="50">Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·</l><l n="51">σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,</l><l n="52">ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο</l><l n="53">ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·</l><l n="54">τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.</l><l n="55">ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν,</l><l n="56">ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε</l><l n="57">ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη</l><l n="58">ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.</l><l n="59">πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ</l><l n="60">κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει</l><l n="61">δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ</l><l n="62">ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.</l><l n="63">ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,</l><l n="64">κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.</l><l n="65">ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,</l><l n="66">σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι</l><l n="67">εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.</l><l n="68">ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο</l><l n="69">ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.</l><l n="70">κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,</l><l n="71">πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.</l><l n="72">ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου</l><l n="73">θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν</l><l n="74">θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.</l><l n="75">ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.</l><l n="76">αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,</l><l n="77">αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην</l><l n="78">ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·</l><l n="79">οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται</l><l n="80">ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.</l><l n="81">οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,</l><l n="82">ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,</l><l n="83">δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.</l><l n="84">πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.</l><l n="85">Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,</l><l n="86">ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·</l><q type="unspecified"><l n="87"><milestone unit="para" ed="P"/>τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας</l><l n="88">αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.</l><l n="89">αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,</l><l n="90">εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.</l><l n="91">ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.</l></q><milestone n="92" unit="card" ed="p"/><l n="92"><milestone unit="para" ed="P"/>ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν</l><l n="93">ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.</l><l n="94">αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.</l><l n="95">αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,</l><l n="96">καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="97"><milestone unit="para" ed="P"/>εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι</l><l n="98">νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.</l><l n="99">Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·</l><l n="100">τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ</l><l n="101">ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν</l><l n="102">ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.</l><l n="103">ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο</l><l n="104">οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.</l><l n="105">φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,</l><l n="106">τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>