<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.539-4.571</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.539-4.571</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><l n="539">κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ</l><l n="540">ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.</l><l n="541">αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,</l><l n="542">δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·</l><q type="unspecified"><l n="543"><milestone unit="para" ed="P"/>μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς
                     οὕτω</l><l n="544">κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα</l><l n="545">πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.</l><l n="546">ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης</l><l n="547">κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.</l></q><l n="548"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="549">αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,</l><l n="550">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="551"><milestone unit="para" ed="P"/>τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ
                     ὀνόμαζε,</l><l n="552">ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ</l><l n="553">ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.</l></q><milestone n="554" unit="card" ed="p"/><l n="554"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                  προσέειπεν·</l><q type="unspecified"><q type="unspecified"><l n="555">υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·</l><l n="556">τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,</l><l n="557">νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ</l><l n="558">ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·</l><l n="559">οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="560">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="561">σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,</l><l n="562">Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,</l><l n="563">ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης</l><l n="564">ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,</l><l n="565">τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·</l><l n="566">οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,</l><l n="567">ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας</l><l n="568">Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·</l><l n="569">οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.</l></q><l n="570">ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.</l><l n="571">αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>