<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.526-4.541</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.526-4.541</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="526">χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,</l><l n="527">μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.</l><l n="528">βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.</l><l n="529">αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·</l><l n="530">κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους</l><l n="531">εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.</l><l n="532">αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν</l><l n="533">ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.</l><l n="534">τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν</l><l n="535">δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.</l><l n="536">οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,</l><l n="537">οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.</l></q><l n="538"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,</l><l n="539">κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ</l><l n="540">ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.</l><l n="541">αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>