<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.506-4.538</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.506-4.538</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="506">αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν</l><l n="507">ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·</l><l n="508">καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,</l><l n="509">τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·</l><l n="510">τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.</l><l n="511">ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.</l><milestone n="512" unit="card" ed="p"/><l n="512"><milestone unit="para" ed="P"/>σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ
                     ὑπάλυξεν</l><l n="513">ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.</l><l n="514">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ</l><l n="515">ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα</l><l n="516">πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,</l><l n="517">ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης</l><l n="518">τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.</l><l n="519">ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,</l><l n="520">ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,</l><l n="521">ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης</l><l n="522">καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ</l><l n="523">δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.</l><l n="524">τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν</l><l n="525">Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν</l><l n="526">χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,</l><l n="527">μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.</l><l n="528">βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.</l><l n="529">αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·</l><l n="530">κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους</l><l n="531">εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.</l><l n="532">αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν</l><l n="533">ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.</l><l n="534">τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν</l><l n="535">δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.</l><l n="536">οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,</l><l n="537">οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.</l></q><l n="538"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>