<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.473-4.505</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.473-4.505</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="473">ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα</l><l n="474">σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.</l><l n="475">οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="476">οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,</l><l n="477">πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,</l><l n="478">αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας</l><l n="479">ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·</l><l n="480">καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.</l></q><milestone n="481" unit="card" ed="p"/><l n="481"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον
                     ἦτορ,</l><l n="482">οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον</l><l n="483">Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.</l><l n="484">ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον·</l><q type="unspecified"><l n="485"><milestone unit="para" ed="P"/>ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ
                        κελεύεις.</l><l n="486">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="487">ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,</l><l n="488">οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,</l><l n="489">ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς</l><l n="490">ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.</l></q><l n="491"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπεν·</l><l n="492">Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ</l><l n="493">ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι</l><l n="494">δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.</l><l n="495">πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·</l><l n="496">ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων</l><l n="497">ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.</l><l n="498">εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.</l><l n="499"><milestone unit="para" ed="P"/>Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.</l><l n="500">Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν</l><l n="501">πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·</l><l n="502">καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,</l><l n="503">εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·</l><l n="504">φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.</l><l n="505">τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>